<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.52-13.73</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.52-13.73</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="13" type="textpart" subtype="book"><q type="unspecified"><l n="52">τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν.</l></q><l n="53"><milestone unit="para" ed="P"/>ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,</l><l n="54">νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσιν</l><l n="55">ἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,</l><l n="56">αὐτόθεν ἐξ ἑδρέων. ἀνὰ δʼ ἵστατο δῖος Ὀδυσσεύς,</l><l n="57">Ἀρήτῃ δʼ ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον,</l><l n="58">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="59"><milestone unit="para" ed="P"/>χαῖρέ μοι, ὦ βασίλεια, διαμπερές, εἰς ὅ κε
                     γῆρας</l><l n="60">ἔλθῃ καὶ θάνατος, τά τʼ ἐπʼ ἀνθρώποισι πέλονται.</l><l n="61">αὐτὰρ ἐγὼ νέομαι· σὺ δὲ τέρπεο τῷδʼ ἐνὶ οἴκῳ</l><l n="62">παισί τε καὶ λαοῖσι καὶ Ἀλκινόῳ βασιλῆϊ.</l></q><l n="63"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ὑπὲρ οὐδὸν ἐβήσετο δῖος Ὀδυσσεύς,</l><l n="64">τῷ δʼ ἅμα κήρυκα προΐει μένος Ἀλκινόοιο,</l><l n="65">ἡγεῖσθαι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης·</l><l n="66">Ἀρήτη δʼ ἄρα οἱ δμῳὰς ἅμʼ ἔπεμπε γυναῖκας,</l><l n="67">τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα,</l><l n="68">τὴν δʼ ἑτέρην χηλὸν πυκινὴν ἅμʼ ὄπασσε κομίζειν·</l><l n="69">ἡ δʼ ἄλλη σῖτόν τʼ ἔφερεν καὶ οἶνον ἐρυθρόν.</l><l n="70"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,</l><l n="71">αἶψα τά γʼ ἐν νηῒ γλαφυρῇ πομπῆες ἀγαυοὶ</l><l n="72">δεξάμενοι κατέθεντο, πόσιν καὶ βρῶσιν ἅπασαν·</l><l n="73">κὰδ δʼ ἄρʼ Ὀδυσσῆϊ στόρεσαν ῥῆγός τε λίνον τε</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>