<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.5-13.22</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.5-13.22</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="13" type="textpart" subtype="book"><q type="unspecified"><l n="5">ὑψερεφές, τῷ σʼ οὔ τι παλιμπλαγχθέντα γʼ ὀΐω</l><l n="6">ἂψ ἀπονοστήσειν, εἰ καὶ μάλα πολλὰ πέπονθας.</l><l n="7">ὑμέων δʼ ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω,</l><l n="8">ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνον</l><l n="9">αἰεὶ πίνετʼ ἐμοῖσιν, ἀκουάζεσθε δʼ ἀοιδοῦ.</l><l n="10">εἵματα μὲν δὴ ξείνῳ ἐϋξέστῃ ἐνὶ χηλῷ</l><l n="11">κεῖται καὶ χρυσὸς πολυδαίδαλος ἄλλα τε πάντα</l><l n="12">δῶρʼ, ὅσα Φαιήκων βουληφόροι ἐνθάδʼ ἔνεικαν·</l><l n="13">ἀλλʼ ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠδὲ λέβητα</l><l n="14">ἀνδρακάς· ἡμεῖς δʼ αὖτε ἀγειρόμενοι κατὰ δῆμον</l><l n="15">τισόμεθʼ· ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι.</l></q><l n="16"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀλκίνοος, τοῖσιν δʼ ἐπιὴνδανε μῦθος.</l><l n="17">οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,</l><l n="18">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="19">νῆάδʼ ἐπεσσεύοντο, φέρον δʼ εὐήνορα χαλκόν.</l><l n="20">καὶ τὰ μὲν εὖ κατέθηχʼ ἱερὸν μένος Ἀλκινόοιο,</l><l n="21">αὐτὸς ἰὼν διὰ νηὸς ὑπὸ ζυγά, μή τινʼ ἑταίρων</l><l n="22">βλάπτοι ἐλαυνόντων, ὁπότε σπερχοίατʼ ἐρετμοῖς.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>