<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.429-14.25</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.429-14.25</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="13" type="textpart" subtype="book"><l n="429"><milestone unit="para" ed="P"/>ὣς ἄρα μιν φαμένη ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη.</l><l n="430">κάρψεν μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,</l><l n="431">ξανθὰς δʼ ἐκ κεφαλῆς ὄλεσε τρίχας, ἀμφὶ δὲ δέρμα</l><l n="432">πάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος,</l><l n="433">κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέʼ ἐόντε·</l><l n="434">ἀμφὶ δέ μιν ῥάκος ἄλλο κακὸν βάλεν ἠδὲ χιτῶνα,</l><l n="435">ῥωγαλέα ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ·</l><l n="436">ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσʼ ἐλάφοιο,</l><l n="437">ψιλόν· δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην,</l><l n="438">πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.</l><l n="439"><milestone unit="para" ed="P"/>τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν. ἡ μὲν ἔπειτα</l><l n="440">ἐς Λακεδαίμονα δῖαν ἔβη μετὰ παῖδʼ Ὀδυσῆος.</l></div><div n="14" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">αὐτὰρ ὁ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸν</l><l n="2">χῶρον ἀνʼ ὑλήεντα διʼ ἄκριας, ᾗ οἱ Ἀθήνη</l><l n="3">πέφραδε δῖον ὑφορβόν, ὅ οἱ βιότοιο μάλιστα</l><l n="4">κήδετο οἰκήων, οὓς κτήσατο δῖος Ὀδυσσεύς.</l><l n="5"><milestone unit="para" ed="P"/>τὸν δʼ ἄρʼ ἐνὶ προδόμῳ εὗρʼ ἥμενον, ἔνθα οἱ
                  αὐλὴ</l><l n="6">ὑψηλὴ δέδμητο, περισκέπτῳ ἐνὶ χώρῳ,</l><l n="7">καλή τε μεγάλη τε, περίδρομος· ἥν ῥα συβώτης</l><l n="8">αὐτὸς δείμαθʼ ὕεσσιν ἀποιχομένοιο ἄνακτος,</l><l n="9">νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος,</l><l n="10">ῥυτοῖσιν λάεσσι καὶ ἐθρίγκωσεν ἀχέρδῳ·</l><l n="11">σταυροὺς δʼ ἐκτὸς ἔλασσε διαμπερὲς ἔνθα καὶ ἔνθα,</l><l n="12">πυκνοὺς καὶ θαμέας, τὸ μέλαν δρυὸς ἀμφικεάσσας·</l><l n="13">ἔντοσθεν δʼ αὐλῆς συφεοὺς δυοκαίδεκα ποίει</l><l n="14">πλησίον ἀλλήλων, εὐνὰς συσίν· ἐν δὲ ἑκάστῳ</l><l n="15">πεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο,</l><l n="16">θήλειαι τοκάδες· τοὶ δʼ ἄρσενες ἐκτὸς ἴαυον,</l><l n="17">πολλὸν παυρότεροι· τοὺς γὰρ μινύθεσκον ἔδοντες</l><l n="18">ἀντίθεοι μνηστῆρες, ἐπεὶ προΐαλλε συβώτης</l><l n="19">αἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων·</l><l n="20">οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο.</l><l n="21">πὰρ δὲ κύνες, θήρεσσιν ἐοικότες αἰὲν ἴαυον</l><l n="22">τέσσαρες, οὓς ἔθρεψε συβώτης, ὄρχαμος ἀνδρῶν.</l><l n="23">αὐτὸς δʼ ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα,</l><l n="24">τάμνων δέρμα βόειον ἐϋχροές· οἱ δὲ δὴ ἄλλοι</l><l n="25">ᾤχοντʼ ἄλλυδις ἄλλος ἅμʼ ἀγρομένοισι σύεσσιν,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>