<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.416-13.433</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.416-13.433</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="13" type="textpart" subtype="book"><l n="416"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="417">τίπτε τʼ ἄρʼ οὔ οἱ ἔειπες, ἐνὶ φρεσὶ πάντα ἰδυῖα;</l><l n="418">ἦ ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃ</l><l n="419">πόντον ἐπʼ ἀτρύγετον· βίοτον δέ οἱ ἄλλοι ἔδουσι;</l></q><l n="420">τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="421">μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω.</l><l n="422">αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο</l><l n="423">κεῖσʼ ἐλθών· ἀτὰρ οὔ τινʼ ἔχει πόνον, ἀλλὰ ἕκηλος</l><l n="424">ἧσται ἐν Ἀτρεΐδαο δόμοις, παρὰ δʼ ἄσπετα κεῖται.</l><l n="425">ἦ μέν μιν λοχόωσι νέοι σὺν νηῒ μελαίνῃ,</l><l n="426">ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι·</l><l n="427">ἀλλὰ τά γʼ οὐκ ὀΐω, πρὶν καί τινα γαῖα καθέξει</l><l n="428">ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.</l></q><l n="429"><milestone unit="para" ed="P"/>ὣς ἄρα μιν φαμένη ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη.</l><l n="430">κάρψεν μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,</l><l n="431">ξανθὰς δʼ ἐκ κεφαλῆς ὄλεσε τρίχας, ἀμφὶ δὲ δέρμα</l><l n="432">πάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος,</l><l n="433">κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέʼ ἐόντε·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>