<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.365-13.401</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.365-13.401</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="13" type="textpart" subtype="book"><q type="unspecified"><l n="365">αὐτοὶ δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.</l></q><milestone n="366" unit="card" ed="p"/><l n="366"><milestone unit="para" ed="P"/>ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές,</l><l n="367">μαιομένη κευθμῶνας ἀνὰ σπέος· αὐτὰρ Ὀδυσσεὺς</l><l n="368">ἆσσον πάντʼ ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν</l><l n="369">εἵματά τʼ εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν.</l><l n="370">καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δʼ ἐπέθηκε θύρῃσι</l><l n="371">Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο.</l><l n="372">τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμένʼ ἐλαίης</l><l n="373">φραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον.</l><l n="374">τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="375"><milestone unit="para" ed="P"/>διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="376">φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις,</l><l n="377">οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι,</l><l n="378">μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες·</l><l n="379">ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν</l><l n="380">πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,</l><l n="381">ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.</l></q><l n="382"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="383">ὢ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαο</l><l n="384">φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον,</l><l n="385">εἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν ἔειπες.</l><l n="386">ἀλλʼ ἄγε μῆτιν ὕφηνον, ὅπως ἀποτίσομαι αὐτούς·</l><l n="387">πὰρ δέ μοι αὐτὴ στῆθι, μένος πολυθαρσὲς ἐνεῖσα,</l><l n="388">οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.</l><l n="389">αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι,</l><l n="390">καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην</l><l n="391">σὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσʼ ἐπαρήγοις.</l></q><l n="392"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="393">καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις,</l><l n="394">ὁππότε κεν δὴ ταῦτα πενώμεθα· καί τινʼ ὀΐω</l><l n="395">αἵματί τʼ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας</l><l n="396">ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.</l><l n="397">ἀλλʼ ἄγε σʼ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι·</l><l n="398">κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,</l><l n="399">ξανθὰς δʼ ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφος</l><l n="400">ἕσσω ὅ κε στυγέῃσιν ἰδὼν ἄνθρωπον ἔχοντα,</l><l n="401">κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέʼ ἐόντε,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>