<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.36-13.395</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.36-13.395</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="13" type="textpart" subtype="book"><l n="36">αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα,</l><l n="37">Ἀλκινόῳ δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον·</l><q type="unspecified"><l n="38"><milestone unit="para" ed="P"/>Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,</l><l n="39">πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δʼ αὐτοί·</l><l n="40">ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός,</l><l n="41">πομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ Οὐρανίωνες</l><l n="42">ὄλβια ποιήσειαν· ἀμύμονα δʼ οἴκοι ἄκοιτιν</l><l n="43">νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν.</l><l n="44">ὑμεῖς δʼ αὖθι μένοντες ἐϋφραίνοιτε γυναῖκας</l><l n="45">κουριδίας καὶ τέκνα· θεοὶ δʼ ἀρετὴν ὀπάσειαν</l><l n="46">παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη.</l></q><milestone n="47" unit="card" ed="p"/><l n="47"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον</l><l n="48">πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.</l><l n="49">καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·</l><q type="unspecified"><l n="50">Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον</l><l n="51">πᾶσιν ἀνὰ μέγαρον, ὄφρʼ εὐξάμενοι Διὶ πατρὶ</l><l n="52">τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν.</l></q><l n="53"><milestone unit="para" ed="P"/>ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,</l><l n="54">νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσιν</l><l n="55">ἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,</l><l n="56">αὐτόθεν ἐξ ἑδρέων. ἀνὰ δʼ ἵστατο δῖος Ὀδυσσεύς,</l><l n="57">Ἀρήτῃ δʼ ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον,</l><l n="58">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="59"><milestone unit="para" ed="P"/>χαῖρέ μοι, ὦ βασίλεια, διαμπερές, εἰς ὅ κε
                     γῆρας</l><l n="60">ἔλθῃ καὶ θάνατος, τά τʼ ἐπʼ ἀνθρώποισι πέλονται.</l><l n="61">αὐτὰρ ἐγὼ νέομαι· σὺ δὲ τέρπεο τῷδʼ ἐνὶ οἴκῳ</l><l n="62">παισί τε καὶ λαοῖσι καὶ Ἀλκινόῳ βασιλῆϊ.</l></q><l n="63"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ὑπὲρ οὐδὸν ἐβήσετο δῖος Ὀδυσσεύς,</l><l n="64">τῷ δʼ ἅμα κήρυκα προΐει μένος Ἀλκινόοιο,</l><l n="65">ἡγεῖσθαι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης·</l><l n="66">Ἀρήτη δʼ ἄρα οἱ δμῳὰς ἅμʼ ἔπεμπε γυναῖκας,</l><l n="67">τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα,</l><l n="68">τὴν δʼ ἑτέρην χηλὸν πυκινὴν ἅμʼ ὄπασσε κομίζειν·</l><l n="69">ἡ δʼ ἄλλη σῖτόν τʼ ἔφερεν καὶ οἶνον ἐρυθρόν.</l><l n="70"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,</l><l n="71">αἶψα τά γʼ ἐν νηῒ γλαφυρῇ πομπῆες ἀγαυοὶ</l><l n="72">δεξάμενοι κατέθεντο, πόσιν καὶ βρῶσιν ἅπασαν·</l><l n="73">κὰδ δʼ ἄρʼ Ὀδυσσῆϊ στόρεσαν ῥῆγός τε λίνον τε</l><l n="74">νηὸς ἐπʼ ἰκριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδοι,</l><l n="75">πρυμνῆς· ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο</l><l n="76">σιγῇ· τοὶ δὲ καθῖζον ἐπὶ κληῗσιν ἕκαστοι</l><l n="77">κόσμῳ, πεῖσμα δʼ ἔλυσαν ἀπὸ τρητοῖο λίθοιο.</l><l n="78">εὖθʼ οἱ ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδῷ,</l><l n="79">καὶ τῷ νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε,</l><l n="80">νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς.</l><l n="81">ἡ δʼ, ὥς τʼ ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι,</l><l n="82">πάντες ἅμʼ ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης,</l><l n="83">ὑψόσʼ ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον,</l><l n="84">ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο, κῦμα δʼ ὄπισθε</l><l n="85">πορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης.</l><l n="86">ἡ δὲ μάλʼ ἀσφαλέως θέεν ἔμπεδον· οὐδέ κεν ἴρηξ</l><l n="87">κίρκος ὁμαρτήσειεν, ἐλαφρότατος πετεηνῶν.</l><l n="88">ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κύματʼ ἔταμνεν,</l><l n="89">ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδεʼ ἔχοντα·</l><l n="90">ὃς πρὶν μὲν μάλα πολλὰ πάθʼ ἄλγεα ὃν κατὰ θυμὸν</l><l n="91">ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,</l><l n="92">δὴ τότε γʼ ἀτρέμας εὗδε, λελασμένος ὅσσʼ ἐπεπόνθει.</l><milestone n="93" unit="card" ed="p"/><l n="93"><milestone unit="para" ed="P"/>εὖτʼ ἀστὴρ ὑπερέσχε φαάντατος, ὅς τε μάλιστα</l><l n="94">ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης,</l><l n="95">τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς.</l><l n="96"><milestone unit="para" ed="P"/>Φόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντος,</l><l n="97">ἐν δήμῳ Ἰθάκης· δύο δὲ προβλῆτες ἐν αὐτῷ</l><l n="98">ἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι,</l><l n="99">αἵ τʼ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα</l><l n="100">ἔκτοθεν· ἔντοσθεν δέ τʼ ἄνευ δεσμοῖο μένουσι</l><l n="101">νῆες ἐΰσσελμοι, ὅτʼ ἂν ὅρμου μέτρον ἵκωνται.</l><l n="102">αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη,</l><l n="103">ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,</l><l n="104">ἱρὸν νυμφάων αἱ νηϊάδες καλέονται.</l><l n="105">ἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασιν</l><l n="106">λάϊνοι· ἔνθα δʼ ἔπειτα τιθαιβώσσουσι μέλισσαι.</l><l n="107">ἐν δʼ ἱστοὶ λίθεοι περιμήκεες, ἔνθα τε νύμφαι</l><l n="108">φάρεʼ ὑφαίνουσιν ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι·</l><l n="109">ἐν δʼ ὕδατʼ ἀενάοντα. δύω δέ τέ οἱ θύραι εἰσίν,</l><l n="110">αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν,</l><l n="111">αἱ δʼ αὖ πρὸς Νότου εἰσὶ θεώτεραι· οὐδέ τι κείνῃ</l><l n="112">ἄνδρες ἐσέρχονται, ἀλλʼ ἀθανάτων ὁδός ἐστιν.</l><l n="113"><milestone unit="para" ed="P"/>ἔνθʼ οἵ γʼ εἰσέλασαν, πρὶν εἰδότες· ἡ μὲν
                  ἔπειτα</l><l n="114">ἠπείρῳ ἐπέκελσεν, ὅσον τʼ ἐπὶ ἥμισυ πάσης,</l><l n="115">σπερχομένη· τοῖον γὰρ ἐπείγετο χέρσʼ ἐρετάων·</l><l n="116">οἱ δʼ ἐκ νηὸς βάντες ἐϋζύγου ἤπειρόνδε</l><l n="117">πρῶτον Ὀδυσσῆα γλαφυρῆς ἐκ νηὸς ἄειραν</l><l n="118">αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι,</l><l n="119">κὰδ δʼ ἄρʼ ἐπὶ ψαμάθῳ ἔθεσαν δεδμημένον ὕπνῳ,</l><l n="120">ἐκ δὲ κτήματʼ ἄειραν, ἅ οἱ Φαίηκες ἀγαυοὶ</l><l n="121">ὤπασαν οἴκαδʼ ἰόντι διὰ μεγάθυμον Ἀθήνην.</l><l n="122">καὶ τὰ μὲν οὖν παρὰ πυθμένʼ ἐλαίης ἀθρόα θῆκαν</l><l n="123">ἐκτὸς ὁδοῦ, μή πώς τις ὁδιτάων ἀνθρώπων,</l><l n="124">πρίν γʼ Ὀδυσῆʼ ἔγρεσθαι, ἐπελθὼν δηλήσαιτο·</l><l n="125">αὐτοὶ δʼ αὖτʼ οἶκόνδε πάλιν κίον. οὐδʼ ἐνοσίχθων</l><l n="126">λήθετʼ ἀπειλάων, τὰς ἀντιθέῳ Ὀδυσῆϊ</l><l n="127">πρῶτον ἐπηπείλησε, Διὸς δʼ ἐξείρετο βουλήν·</l><q type="unspecified"><l n="128"><milestone unit="para" ed="P"/>Ζεῦ πάτερ, οὐκέτʼ ἐγώ γε μετʼ ἀθανάτοισι
                     θεοῖσι</l><l n="129">τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσιν,</l><l n="130">Φαίηκες, τοί πέρ τοι ἐμῆς ἔξ εἰσι γενέθλης.</l><l n="131">καὶ γὰρ νῦν Ὀδυσῆʼ ἐφάμην κακὰ πολλὰ παθόντα</l><l n="132">οἴκαδʼ ἐλεύσεσθαι· νόστον δέ οἱ οὔ ποτʼ ἀπηύρων</l><l n="133">πάγχυ, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας.</l><l n="134">οἱ δʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες</l><l n="135">κάτθεσαν εἰν Ἰθάκῃ, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα,</l><l n="136">χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν,</l><l n="137">πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς,</l><l n="138">εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληΐδος αἶσαν.</l></q><milestone n="139" unit="card" ed="p"/><l n="139"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεὺς·</l><q type="unspecified"><l n="140">ὢ πόποι, ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες.</l><l n="141">οὔ τί σʼ ἀτιμάζουσι θεοί· χαλεπὸν δέ κεν εἴη</l><l n="142">πρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν.</l><l n="143">ἀνδρῶν δʼ εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων</l><l n="144">οὔ τι τίει. σοὶ δʼ ἐστὶ καὶ ἐξοπίσω τίσις αἰεί.</l><l n="145">ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ.</l></q><l n="146"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·</l><q type="unspecified"><l n="147">αἶψά κʼ ἐγὼν ἔρξαιμι, κελαινεφές, ὡς ἀγορεύεις·</l><l n="148">ἀλλὰ σὸν αἰεὶ θυμὸν ὀπίζομαι ἠδʼ ἀλεείνω.</l><l n="149">νῦν αὖ Φαιήκων ἐθέλω περικαλλέα νῆα,</l><l n="150">ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ</l><l n="151">ῥαῖσαι, ἵνʼ ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς</l><l n="152">ἀνθρώπων, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.</l></q><l n="153"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q type="unspecified"><l n="154">ὢ πέπον, ὡς μὲν ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα,</l><l n="155">ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προΐδωνται</l><l n="156">λαοὶ ἀπὸ πτόλιος, θεῖναι λίθον ἐγγύθι γαίης</l><l n="157">νηῒ θοῇ ἴκελον, ἵνα θαυμάζωσιν ἅπαντες</l><l n="158">ἄνθρωποι, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.</l></q><l n="159"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων,</l><l n="160">βῆ ῥʼ ἴμεν ἐς Σχερίην, ὅθι Φαίηκες γεγάασιν.</l><l n="161">ἔνθʼ ἔμενʼ· ἡ δὲ μάλα σχεδὸν ἤλυθε ποντοπόρος νηῦς</l><l n="162">ῥίμφα διωκομένη· τῆς δὲ σχεδὸν ἦλθʼ ἐνοσίχθων,</l><l n="163">ὅς μιν λᾶαν ἔθηκε καὶ ἐρρίζωσεν ἔνερθε</l><l n="164">χειρὶ καταπρηνεῖ ἐλάσας· ὁ δὲ νόσφι βεβήκει.</l><l n="165">οἱ δὲ πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον</l><l n="166">Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.</l><l n="167">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q type="unspecified"><l n="168"><milestone unit="para" ed="P"/>ὤ μοι, τίς δὴ νῆα θοὴν ἐπέδησʼ ἐνὶ πόντῳ</l><l n="169">οἴκαδʼ ἐλαυνομένην; καὶ δὴ προὐφαίνετο πᾶσα.</l></q><l n="170"><milestone unit="para" ed="P"/>ὣς ἄρα τις εἴπεσκε· τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.</l><l n="171">τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπεν·</l><q type="unspecified"><l n="172"><milestone unit="para" ed="P"/>ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ
                     ἱκάνει</l><l n="173">πατρὸς ἐμοῦ, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι</l><l n="174">ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.</l><l n="175">φῆ ποτὲ Φαιήκων ἀνδρῶν περικαλλέα, νῆα,</l><l n="176">ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ</l><l n="177">ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.</l><l n="178">ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.</l><l n="179">ἀλλʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες·</l><l n="180">πομπῆς μὲν παύσασθε βροτῶν, ὅτε κέν τις ἵκηται</l><l n="181">ἡμέτερον προτὶ ἄστυ· Ποσειδάωνι δὲ ταύρους</l><l n="182">δώδεκα κεκριμένους ἱερεύσομεν, αἴ κʼ ἐλεήσῃ,</l><l n="183">μηδʼ ἡμῖν περίμηκες ὄρος πόλει ἀμφικαλύψῃ.</l></q><milestone n="184" unit="card" ed="p"/><l n="184"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἔδεισαν, ἑτοιμάσσαντο δὲ
                  ταύρους.</l><l n="185">ὣς οἱ μέν ῥʼ εὔχοντο Ποσειδάωνι ἄνακτι</l><l n="186">δήμου Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,</l><l n="187">ἑσταότες περὶ βωμόν. ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεὺς</l><l n="188">εὕδων ἐν γαίῃ πατρωΐῃ, οὐδέ μιν ἔγνω,</l><l n="189">ἤδη δὴν ἀπεών· περὶ γὰρ θεὸς ἠέρα χεῦε</l><l n="190">Παλλὰς Ἀθηναίη, κούρη Διός, ὄφρα μιν αὐτὸν</l><l n="191">ἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο,</l><l n="192">μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε,</l><l n="193">πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.</l><l n="194">τοὔνεκʼ ἄρʼ ἀλλοειδέα φαινέσκετο πάντα ἄνακτι,</l><l n="195">ἀτραπιτοί τε διηνεκέες λιμένες τε πάνορμοι</l><l n="196">πέτραι τʼ ἠλίβατοι καὶ δένδρεα τηλεθόωντα.</l><l n="197">στῆ δʼ ἄρʼ ἀναΐξας καί ῥʼ εἴσιδε πατρίδα γαῖαν·</l><l n="198">ᾤμωξέν τʼ ἄρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ</l><l n="199">χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·</l><q type="unspecified"><l n="200"><milestone unit="para" ed="P"/>ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;</l><l n="201">ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,</l><l n="202">ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής;</l><l n="203">πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; πῇ τε καὶ αὐτὸς</l><l n="204">πλάζομαι; αἴθʼ ὄφελον μεῖναι παρὰ Φαιήκεσσιν</l><l n="205">αὐτοῦ· ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων</l><l n="206">ἐξικόμην, ὅς κέν μʼ ἐφίλει καὶ ἔπεμπε νέεσθαι.</l><l n="207">νῦν δʼ οὔτʼ ἄρ πῃ θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦ</l><l n="208">καλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται.</l><l n="209">ὢ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι</l><l n="210">ἦσαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,</l><l n="211">οἵ μʼ εἰς ἄλλην γαῖαν ἀπήγαγον, ἦ τέ μʼ ἔφαντο</l><l n="212">ἄξειν εἰς Ἰθάκην εὐδείελον, οὐδʼ ἐτέλεσσαν.</l><l n="213">Ζεὺς σφέας τίσαιτο ἱκετήσιος, ὅς τε καὶ ἄλλους</l><l n="214">ἀνθρώπους ἐφορᾷ καὶ τίνυται ὅς τις ἁμάρτῃ.</l><l n="215">ἀλλʼ ἄγε δὴ τὰ χρήματʼ ἀριθμήσω καὶ ἴδωμαι,</l><l n="216">μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες.</l></q><milestone n="217" unit="card" ed="p"/><l n="217"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβητας</l><l n="218">ἠρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά.</l><l n="219">τῶν μὲν ἄρʼ ὀύ τι πόθει· ὁ δʼ ὀδύρετο πατρίδα γαῖαν</l><l n="220">ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,</l><l n="221">πόλλʼ ὀλοφυρόμενος. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,</l><l n="222">ἀνδρὶ δέμας εἰκυῖα νέῳ, ἐπιβώτορι μήλων,</l><l n="223">παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασι,</l><l n="224">δίπτυχον ἀμφʼ ὤμοισιν ἔχουσʼ εὐεργέα λώπην·</l><l n="225">ποσσὶ δʼ ὑπὸ λιπαροῖσι πέδιλʼ ἔχε, χερσὶ δʼ ἄκοντα.</l><l n="226">τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε,</l><l n="227">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="228"><milestone unit="para" ed="P"/>ὦ φίλʼ, ἐπεί σε πρῶτα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,</l><l n="229">χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις,</l><l n="230">ἀλλὰ σάω μὲν ταῦτα, σάω δʼ ἐμέ· σοὶ γὰρ ἐγώ γε</l><l n="231">εὔχομαι ὥς τε θεῷ καί σευ φίλα γούναθʼ ἱκάνω.</l><l n="232">καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·</l><l n="233">τίς γῆ, τίς δῆμος, τίνες ἀνέρες ἐγγεγάασιν;</l><l n="234">ἦ πού τις νήσων εὐδείελος, ἦέ τις ἀκτὴ</l><l n="235">κεῖθʼ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο;</l></q><l n="236"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="237">νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας,</l><l n="238">εἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι. οὐδέ τι λίην</l><l n="239">οὕτω νώνυμός ἐστιν· ἴσασι δέ μιν μάλα πολλοί,</l><l n="240">ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τʼ ἠέλιόν τε,</l><l n="241">ἠδʼ ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα.</l><l n="242">ἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν,</l><l n="243">οὐδὲ λίην λυπρή, ἀτὰρ οὐδʼ εὐρεῖα τέτυκται.</l><l n="244">ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος</l><l n="245">γίγνεται· αἰεὶ δʼ ὄμβρος ἔχει τεθαλυῖά τʼ ἐέρση·</l><l n="246">αἰγίβοτος δʼ ἀγαθὴ καὶ βούβοτος· ἔστι μὲν ὕλη</l><l n="247">παντοίη, ἐν δʼ ἀρδμοὶ ἐπηετανοὶ παρέασι.</l><l n="248">τῷ τοι, ξεῖνʼ, Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομʼ ἵκει,</l><l n="249">τήν περ τηλοῦ φασὶν Ἀχαιΐδος ἔμμεναι αἴης.</l></q><milestone n="250" unit="card" ed="p"/><l n="250"><milestone unit="para" ed="P"/>ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="251">χαίρων ᾗ γαίῃ πατρωΐῃ, ὥς οἱ ἔειπε</l><l n="252">Παλλὰς Ἀθηναίη, κούρη Διὸς, αἰγιόχοιο·</l><l n="253">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><l n="254">οὐδʼ ὅ γʼ ἀληθέα εἶπε, πάλιν δʼ ὅ γε λάζετο μῦθον,</l><l n="255">αἰεὶ ἐνὶ στήθεσσι νόον πολυκερδέα νωμῶν·</l><q type="unspecified"><l n="256"><milestone unit="para" ed="P"/>πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ,</l><l n="257">τηλοῦ ὑπὲρ πόντου· νῦν δʼ εἰλήλουθα καὶ αὐτὸς</l><l n="258">χρήμασι σὺν τοίσδεσσι· λιπὼν δʼ ἔτι παισὶ τοσαῦτα</l><l n="259">φεύγω, ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος,</l><l n="260">Ὀρσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτῃ εὐρείῃ</l><l n="261">ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν,</l><l n="262">οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσης</l><l n="263">Τρωϊάδος, τῆς εἵνεκʼ ἐγὼ πάθον ἄλγεα θυμῷ,</l><l n="264">ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,</l><l n="265">οὕνεκʼ ἄρʼ οὐχ ᾧ πατρὶ χαριζόμενος θεράπευον</l><l n="266">δήμῳ ἔνι Τρώων, ἀλλʼ ἄλλων ἦρχον ἑταίρων.</l><l n="267">τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ</l><l n="268">ἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ·</l><l n="269">νὺξ δὲ μάλα δνοφερὴ κάτεχʼ οὐρανόν, οὐδέ τις ἡμέας</l><l n="270">ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας.</l><l n="271">αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῷ,</l><l n="272">αὐτίκʼ ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺς</l><l n="273">ἐλλισάμην, καί σφιν μενοεικέα ληΐδα δῶκα·</l><l n="274">τούς μʼ ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαι</l><l n="275">ἢ εἰς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.</l><l n="276">ἀλλʼ ἦ τοι σφέας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιο</l><l n="277">πόλλʼ ἀεκαζομένους, οὐδʼ ἤθελον ἐξαπατῆσαι.</l><l n="278">κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός.</l><l n="279">σπουδῇ δʼ ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἡμῖν</l><l n="280">δόρπου μνῆστις ἔην, μάλα περ χατέουσιν ἑλέσθαι,</l><l n="281">ἀλλʼ αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες.</l><l n="282">ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,</l><l n="283">οἱ δὲ χρήματʼ ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντες</l><l n="284">κάτθεσαν, ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην.</l><l n="285">οἱ δʼ ἐς Σιδονίην εὖ ναιομένην ἀναβάντες</l><l n="286">ᾤχοντʼ· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ.</l></q><milestone n="287" unit="card" ed="p"/><l n="287"><milestone unit="para" ed="P"/>ὣς φάτο, μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,</l><l n="288">χειρί τέ μιν κατέρεξε· δέμας δʼ ἤϊκτο γυναικὶ</l><l n="289">καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ·</l><l n="290">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="291"><milestone unit="para" ed="P"/>κερδαλέος κʼ εἴη καὶ ἐπίκλοπος ὅς σε
                     παρέλθοι</l><l n="292">ἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε.</l><l n="293">σχέτλιε, ποικιλομῆτα, δόλων ἆτʼ, οὐκ ἄρʼ ἔμελλες,</l><l n="294">οὐδʼ ἐν σῇ περ ἐὼν γαίῃ, λήξειν ἀπατάων</l><l n="295">μύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν.</l><l n="296">ἀλλʼ ἄγε, μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφω</l><l n="297">κέρδεʼ, ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχʼ ἄριστος ἁπάντων</l><l n="298">βουλῇ καὶ μύθοισιν, ἐγὼ δʼ ἐν πᾶσι θεοῖσι</l><l n="299">μήτι τε κλέομαι καὶ κέρδεσιν· οὐδὲ σύ γʼ ἔγνως</l><l n="300">Παλλάδʼ Ἀθηναίην, κούρην Διός, ἥ τέ τοι αἰεὶ</l><l n="301">ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω,</l><l n="302">καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα,</l><l n="303">νῦν αὖ δεῦρʼ ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνω</l><l n="304">χρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶ</l><l n="305">ὤπασαν οἴκαδʼ ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε,</l><l n="306">εἴπω θʼ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσι</l><l n="307">κήδεʼ ἀνασχέσθαι· σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ,</l><l n="308">μηδέ τῳ ἐκφάσθαι μήτʼ ἀνδρῶν μήτε γυναικῶν,</l><l n="309">πάντων, οὕνεκʼ ἄρʼ ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῇ</l><l n="310">πάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.</l></q><l n="311"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="312">ἀργαλέον σε, θεά, γνῶναι βροτῷ ἀντιάσαντι,</l><l n="313">καὶ μάλʼ ἐπισταμένῳ· σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις.</l><l n="314">τοῦτο δʼ ἐγὼν εὖ οἶδʼ, ὅτι μοι πάρος ἠπίη ἦσθα,</l><l n="315">ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.</l><l n="316">αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,</l><l n="317">βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,</l><l n="318">οὔ σέ γʼ ἔπειτα ἴδον, κούρη Διός, οὐδʼ ἐνόησα</l><l n="319">νηὸς ἐμῆς ἐπιβᾶσαν, ὅπως τί μοι ἄλγος ἀλάλκοις.</l><l n="320">ἀλλʼ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ</l><l n="321">ἠλώμην, ἧός με θεοὶ κακότητος ἔλυσαν·</l><l n="322">πρίν γʼ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ</l><l n="323">θάρσυνάς τε ἔπεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή.</l><l n="324">νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι—οὐ γὰρ ὀΐω</l><l n="325">ἥκειν εἰς Ἰθάκην εὐδείελον, ἀλλά τινʼ ἄλλην</l><l n="326">γαῖαν ἀναστρέφομαι· σὲ δὲ κερτομέουσαν ὀΐω</l><l n="327">ταῦτʼ ἀγορευέμεναι, ἵνʼ ἐμὰς φρένας ἠπεροπεύσῃς—</l><l n="328">εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδʼ ἱκάνω.</l></q><milestone n="329" unit="card" ed="p"/><l n="329"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="330">αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·</l><l n="331">τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα,</l><l n="332">οὕνεκʼ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων.</l><l n="333">ἀσπασίως γάρ κʼ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν</l><l n="334">ἵετʼ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τʼ ἄλοχόν τε·</l><l n="335">σοὶ δʼ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι,</l><l n="336">πρίν γʼ ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως</l><l n="337">ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ</l><l n="338">φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.</l><l n="339">αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτʼ ἀπίστεον, ἀλλʼ ἐνὶ θυμῷ</l><l n="340">ᾔδεʼ, ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους·</l><l n="341">ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι</l><l n="342">πατροκασιγνήτῳ, ὅς τοι κότον ἔνθετο θυμῷ,</l><l n="343">χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.</l><l n="344">ἀλλʼ ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθῃς.</l><l n="345">Φόρκυνος μὲν ὅδʼ ἐστὶ λιμήν, ἁλίοιο γέροντος,</l><l n="346">ἥδε δʼ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη·</l><l n="347">ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,</l><l n="348">ἱρὸν νυμφάων, αἳ νηϊάδες καλέονται·</l><l n="349">τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές, ἔνθα σὺ πολλὰς</l><l n="350">ἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας·</l><l n="351">τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ.</l></q><l n="352"><milestone unit="para" ed="P"/>ὣς εἰποῦσα θεὰ σκέδασʼ ἠέρα, εἴσατο δὲ χθών·</l><l n="353">γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="354">χαίρων ᾗ γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν.</l><l n="355">αὐτίκα δὲ νύμφῃς ἠρήσατο, χεῖρας ἀνασχών·</l><q type="unspecified"><l n="356"><milestone unit="para" ed="P"/>νύμφαι νηϊάδες, κοῦραι Διός, οὔ ποτʼ ἐγώ γε</l><l n="357">ὄψεσθʼ ὔμμʼ ἐφάμην· νῦν δʼ εὐχωλῇς ἀγανῇσι</l><l n="358">χαίρετʼ· ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ,</l><l n="359">αἴ κεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείη</l><l n="360">αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ.</l></q><l n="361"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="362">θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.</l><l n="363">ἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιο</l><l n="364">θείμεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ·</l><l n="365">αὐτοὶ δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.</l></q><milestone n="366" unit="card" ed="p"/><l n="366"><milestone unit="para" ed="P"/>ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές,</l><l n="367">μαιομένη κευθμῶνας ἀνὰ σπέος· αὐτὰρ Ὀδυσσεὺς</l><l n="368">ἆσσον πάντʼ ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν</l><l n="369">εἵματά τʼ εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν.</l><l n="370">καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δʼ ἐπέθηκε θύρῃσι</l><l n="371">Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο.</l><l n="372">τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμένʼ ἐλαίης</l><l n="373">φραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον.</l><l n="374">τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="375"><milestone unit="para" ed="P"/>διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="376">φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις,</l><l n="377">οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι,</l><l n="378">μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες·</l><l n="379">ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν</l><l n="380">πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,</l><l n="381">ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.</l></q><l n="382"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="383">ὢ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαο</l><l n="384">φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον,</l><l n="385">εἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν ἔειπες.</l><l n="386">ἀλλʼ ἄγε μῆτιν ὕφηνον, ὅπως ἀποτίσομαι αὐτούς·</l><l n="387">πὰρ δέ μοι αὐτὴ στῆθι, μένος πολυθαρσὲς ἐνεῖσα,</l><l n="388">οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.</l><l n="389">αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι,</l><l n="390">καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην</l><l n="391">σὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσʼ ἐπαρήγοις.</l></q><l n="392"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="393">καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις,</l><l n="394">ὁππότε κεν δὴ ταῦτα πενώμεθα· καί τινʼ ὀΐω</l><l n="395">αἵματί τʼ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>