<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.335-13.409</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.335-13.409</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="13" type="textpart" subtype="book"><q type="unspecified"><l n="335">σοὶ δʼ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι,</l><l n="336">πρίν γʼ ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως</l><l n="337">ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ</l><l n="338">φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.</l><l n="339">αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτʼ ἀπίστεον, ἀλλʼ ἐνὶ θυμῷ</l><l n="340">ᾔδεʼ, ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους·</l><l n="341">ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι</l><l n="342">πατροκασιγνήτῳ, ὅς τοι κότον ἔνθετο θυμῷ,</l><l n="343">χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.</l><l n="344">ἀλλʼ ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθῃς.</l><l n="345">Φόρκυνος μὲν ὅδʼ ἐστὶ λιμήν, ἁλίοιο γέροντος,</l><l n="346">ἥδε δʼ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη·</l><l n="347">ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,</l><l n="348">ἱρὸν νυμφάων, αἳ νηϊάδες καλέονται·</l><l n="349">τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές, ἔνθα σὺ πολλὰς</l><l n="350">ἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας·</l><l n="351">τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ.</l></q><l n="352"><milestone unit="para" ed="P"/>ὣς εἰποῦσα θεὰ σκέδασʼ ἠέρα, εἴσατο δὲ χθών·</l><l n="353">γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="354">χαίρων ᾗ γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν.</l><l n="355">αὐτίκα δὲ νύμφῃς ἠρήσατο, χεῖρας ἀνασχών·</l><q type="unspecified"><l n="356"><milestone unit="para" ed="P"/>νύμφαι νηϊάδες, κοῦραι Διός, οὔ ποτʼ ἐγώ γε</l><l n="357">ὄψεσθʼ ὔμμʼ ἐφάμην· νῦν δʼ εὐχωλῇς ἀγανῇσι</l><l n="358">χαίρετʼ· ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ,</l><l n="359">αἴ κεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείη</l><l n="360">αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ.</l></q><l n="361"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="362">θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.</l><l n="363">ἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιο</l><l n="364">θείμεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ·</l><l n="365">αὐτοὶ δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.</l></q><milestone n="366" unit="card" ed="p"/><l n="366"><milestone unit="para" ed="P"/>ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές,</l><l n="367">μαιομένη κευθμῶνας ἀνὰ σπέος· αὐτὰρ Ὀδυσσεὺς</l><l n="368">ἆσσον πάντʼ ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν</l><l n="369">εἵματά τʼ εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν.</l><l n="370">καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δʼ ἐπέθηκε θύρῃσι</l><l n="371">Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο.</l><l n="372">τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμένʼ ἐλαίης</l><l n="373">φραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον.</l><l n="374">τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="375"><milestone unit="para" ed="P"/>διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="376">φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις,</l><l n="377">οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι,</l><l n="378">μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες·</l><l n="379">ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν</l><l n="380">πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,</l><l n="381">ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.</l></q><l n="382"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="383">ὢ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαο</l><l n="384">φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον,</l><l n="385">εἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν ἔειπες.</l><l n="386">ἀλλʼ ἄγε μῆτιν ὕφηνον, ὅπως ἀποτίσομαι αὐτούς·</l><l n="387">πὰρ δέ μοι αὐτὴ στῆθι, μένος πολυθαρσὲς ἐνεῖσα,</l><l n="388">οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.</l><l n="389">αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι,</l><l n="390">καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην</l><l n="391">σὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσʼ ἐπαρήγοις.</l></q><l n="392"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="393">καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις,</l><l n="394">ὁππότε κεν δὴ ταῦτα πενώμεθα· καί τινʼ ὀΐω</l><l n="395">αἵματί τʼ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας</l><l n="396">ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.</l><l n="397">ἀλλʼ ἄγε σʼ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι·</l><l n="398">κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,</l><l n="399">ξανθὰς δʼ ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφος</l><l n="400">ἕσσω ὅ κε στυγέῃσιν ἰδὼν ἄνθρωπον ἔχοντα,</l><l n="401">κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέʼ ἐόντε,</l><l n="402">ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃς</l><l n="403">σῇ τʼ ἀλόχῳ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες.</l><l n="404">αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,</l><l n="405">ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδε,</l><l n="406">παῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν.</l><l n="407">δήεις τόν γε σύεσσι παρήμενον· αἱ δὲ νέμονται</l><l n="408">πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ,</l><l n="409">ἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>