<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.318-13.354</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.318-13.354</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="13" type="textpart" subtype="book"><q type="unspecified"><l n="318">οὔ σέ γʼ ἔπειτα ἴδον, κούρη Διός, οὐδʼ ἐνόησα</l><l n="319">νηὸς ἐμῆς ἐπιβᾶσαν, ὅπως τί μοι ἄλγος ἀλάλκοις.</l><l n="320">ἀλλʼ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ</l><l n="321">ἠλώμην, ἧός με θεοὶ κακότητος ἔλυσαν·</l><l n="322">πρίν γʼ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ</l><l n="323">θάρσυνάς τε ἔπεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή.</l><l n="324">νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι—οὐ γὰρ ὀΐω</l><l n="325">ἥκειν εἰς Ἰθάκην εὐδείελον, ἀλλά τινʼ ἄλλην</l><l n="326">γαῖαν ἀναστρέφομαι· σὲ δὲ κερτομέουσαν ὀΐω</l><l n="327">ταῦτʼ ἀγορευέμεναι, ἵνʼ ἐμὰς φρένας ἠπεροπεύσῃς—</l><l n="328">εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδʼ ἱκάνω.</l></q><milestone n="329" unit="card" ed="p"/><l n="329"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="330">αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·</l><l n="331">τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα,</l><l n="332">οὕνεκʼ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων.</l><l n="333">ἀσπασίως γάρ κʼ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν</l><l n="334">ἵετʼ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τʼ ἄλοχόν τε·</l><l n="335">σοὶ δʼ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι,</l><l n="336">πρίν γʼ ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως</l><l n="337">ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ</l><l n="338">φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.</l><l n="339">αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτʼ ἀπίστεον, ἀλλʼ ἐνὶ θυμῷ</l><l n="340">ᾔδεʼ, ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους·</l><l n="341">ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι</l><l n="342">πατροκασιγνήτῳ, ὅς τοι κότον ἔνθετο θυμῷ,</l><l n="343">χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.</l><l n="344">ἀλλʼ ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθῃς.</l><l n="345">Φόρκυνος μὲν ὅδʼ ἐστὶ λιμήν, ἁλίοιο γέροντος,</l><l n="346">ἥδε δʼ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη·</l><l n="347">ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,</l><l n="348">ἱρὸν νυμφάων, αἳ νηϊάδες καλέονται·</l><l n="349">τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές, ἔνθα σὺ πολλὰς</l><l n="350">ἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας·</l><l n="351">τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ.</l></q><l n="352"><milestone unit="para" ed="P"/>ὣς εἰποῦσα θεὰ σκέδασʼ ἠέρα, εἴσατο δὲ χθών·</l><l n="353">γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="354">χαίρων ᾗ γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>