<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.31-13.253</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.31-13.253</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="13" type="textpart" subtype="book"><l n="31">ὡς δʼ ὅτʼ ἀνὴρ δόρποιο λιλαίεται, ᾧ τε πανῆμαρ</l><l n="32">νειὸν ἀνʼ ἕλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον·</l><l n="33">ἀσπασίως δʼ ἄρα τῷ κατέδυ φάος ἠελίοιο</l><l n="34">δόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατʼ ἰόντι·</l><l n="35">ὣς Ὀδυσῆʼ ἀσπαστὸν ἔδυ φάος ἠελίοιο.</l><l n="36">αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα,</l><l n="37">Ἀλκινόῳ δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον·</l><q type="unspecified"><l n="38"><milestone unit="para" ed="P"/>Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,</l><l n="39">πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δʼ αὐτοί·</l><l n="40">ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός,</l><l n="41">πομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ Οὐρανίωνες</l><l n="42">ὄλβια ποιήσειαν· ἀμύμονα δʼ οἴκοι ἄκοιτιν</l><l n="43">νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν.</l><l n="44">ὑμεῖς δʼ αὖθι μένοντες ἐϋφραίνοιτε γυναῖκας</l><l n="45">κουριδίας καὶ τέκνα· θεοὶ δʼ ἀρετὴν ὀπάσειαν</l><l n="46">παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη.</l></q><milestone n="47" unit="card" ed="p"/><l n="47"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον</l><l n="48">πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.</l><l n="49">καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·</l><q type="unspecified"><l n="50">Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον</l><l n="51">πᾶσιν ἀνὰ μέγαρον, ὄφρʼ εὐξάμενοι Διὶ πατρὶ</l><l n="52">τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν.</l></q><l n="53"><milestone unit="para" ed="P"/>ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,</l><l n="54">νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσιν</l><l n="55">ἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,</l><l n="56">αὐτόθεν ἐξ ἑδρέων. ἀνὰ δʼ ἵστατο δῖος Ὀδυσσεύς,</l><l n="57">Ἀρήτῃ δʼ ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον,</l><l n="253">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>