<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.274-14.2</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.274-14.2</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="13" type="textpart" subtype="book"><q type="unspecified"><l n="274">τούς μʼ ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαι</l><l n="275">ἢ εἰς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.</l><l n="276">ἀλλʼ ἦ τοι σφέας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιο</l><l n="277">πόλλʼ ἀεκαζομένους, οὐδʼ ἤθελον ἐξαπατῆσαι.</l><l n="278">κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός.</l><l n="279">σπουδῇ δʼ ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἡμῖν</l><l n="280">δόρπου μνῆστις ἔην, μάλα περ χατέουσιν ἑλέσθαι,</l><l n="281">ἀλλʼ αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες.</l><l n="282">ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,</l><l n="283">οἱ δὲ χρήματʼ ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντες</l><l n="284">κάτθεσαν, ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην.</l><l n="285">οἱ δʼ ἐς Σιδονίην εὖ ναιομένην ἀναβάντες</l><l n="286">ᾤχοντʼ· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ.</l></q><milestone n="287" unit="card" ed="p"/><l n="287"><milestone unit="para" ed="P"/>ὣς φάτο, μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,</l><l n="288">χειρί τέ μιν κατέρεξε· δέμας δʼ ἤϊκτο γυναικὶ</l><l n="289">καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ·</l><l n="290">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="291"><milestone unit="para" ed="P"/>κερδαλέος κʼ εἴη καὶ ἐπίκλοπος ὅς σε
                     παρέλθοι</l><l n="292">ἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε.</l><l n="293">σχέτλιε, ποικιλομῆτα, δόλων ἆτʼ, οὐκ ἄρʼ ἔμελλες,</l><l n="294">οὐδʼ ἐν σῇ περ ἐὼν γαίῃ, λήξειν ἀπατάων</l><l n="295">μύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν.</l><l n="296">ἀλλʼ ἄγε, μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφω</l><l n="297">κέρδεʼ, ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχʼ ἄριστος ἁπάντων</l><l n="298">βουλῇ καὶ μύθοισιν, ἐγὼ δʼ ἐν πᾶσι θεοῖσι</l><l n="299">μήτι τε κλέομαι καὶ κέρδεσιν· οὐδὲ σύ γʼ ἔγνως</l><l n="300">Παλλάδʼ Ἀθηναίην, κούρην Διός, ἥ τέ τοι αἰεὶ</l><l n="301">ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω,</l><l n="302">καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα,</l><l n="303">νῦν αὖ δεῦρʼ ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνω</l><l n="304">χρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶ</l><l n="305">ὤπασαν οἴκαδʼ ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε,</l><l n="306">εἴπω θʼ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσι</l><l n="307">κήδεʼ ἀνασχέσθαι· σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ,</l><l n="308">μηδέ τῳ ἐκφάσθαι μήτʼ ἀνδρῶν μήτε γυναικῶν,</l><l n="309">πάντων, οὕνεκʼ ἄρʼ ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῇ</l><l n="310">πάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.</l></q><l n="311"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="312">ἀργαλέον σε, θεά, γνῶναι βροτῷ ἀντιάσαντι,</l><l n="313">καὶ μάλʼ ἐπισταμένῳ· σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις.</l><l n="314">τοῦτο δʼ ἐγὼν εὖ οἶδʼ, ὅτι μοι πάρος ἠπίη ἦσθα,</l><l n="315">ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.</l><l n="316">αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,</l><l n="317">βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,</l><l n="318">οὔ σέ γʼ ἔπειτα ἴδον, κούρη Διός, οὐδʼ ἐνόησα</l><l n="319">νηὸς ἐμῆς ἐπιβᾶσαν, ὅπως τί μοι ἄλγος ἀλάλκοις.</l><l n="320">ἀλλʼ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ</l><l n="321">ἠλώμην, ἧός με θεοὶ κακότητος ἔλυσαν·</l><l n="322">πρίν γʼ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ</l><l n="323">θάρσυνάς τε ἔπεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή.</l><l n="324">νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι—οὐ γὰρ ὀΐω</l><l n="325">ἥκειν εἰς Ἰθάκην εὐδείελον, ἀλλά τινʼ ἄλλην</l><l n="326">γαῖαν ἀναστρέφομαι· σὲ δὲ κερτομέουσαν ὀΐω</l><l n="327">ταῦτʼ ἀγορευέμεναι, ἵνʼ ἐμὰς φρένας ἠπεροπεύσῃς—</l><l n="328">εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδʼ ἱκάνω.</l></q><milestone n="329" unit="card" ed="p"/><l n="329"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="330">αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·</l><l n="331">τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα,</l><l n="332">οὕνεκʼ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων.</l><l n="333">ἀσπασίως γάρ κʼ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν</l><l n="334">ἵετʼ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τʼ ἄλοχόν τε·</l><l n="335">σοὶ δʼ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι,</l><l n="336">πρίν γʼ ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως</l><l n="337">ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ</l><l n="338">φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.</l><l n="339">αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτʼ ἀπίστεον, ἀλλʼ ἐνὶ θυμῷ</l><l n="340">ᾔδεʼ, ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους·</l><l n="341">ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι</l><l n="342">πατροκασιγνήτῳ, ὅς τοι κότον ἔνθετο θυμῷ,</l><l n="343">χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.</l><l n="344">ἀλλʼ ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθῃς.</l><l n="345">Φόρκυνος μὲν ὅδʼ ἐστὶ λιμήν, ἁλίοιο γέροντος,</l><l n="346">ἥδε δʼ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη·</l><l n="347">ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,</l><l n="348">ἱρὸν νυμφάων, αἳ νηϊάδες καλέονται·</l><l n="349">τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές, ἔνθα σὺ πολλὰς</l><l n="350">ἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας·</l><l n="351">τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ.</l></q><l n="352"><milestone unit="para" ed="P"/>ὣς εἰποῦσα θεὰ σκέδασʼ ἠέρα, εἴσατο δὲ χθών·</l><l n="353">γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="354">χαίρων ᾗ γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν.</l><l n="355">αὐτίκα δὲ νύμφῃς ἠρήσατο, χεῖρας ἀνασχών·</l><q type="unspecified"><l n="356"><milestone unit="para" ed="P"/>νύμφαι νηϊάδες, κοῦραι Διός, οὔ ποτʼ ἐγώ γε</l><l n="357">ὄψεσθʼ ὔμμʼ ἐφάμην· νῦν δʼ εὐχωλῇς ἀγανῇσι</l><l n="358">χαίρετʼ· ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ,</l><l n="359">αἴ κεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείη</l><l n="360">αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ.</l></q><l n="361"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="362">θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.</l><l n="363">ἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιο</l><l n="364">θείμεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ·</l><l n="365">αὐτοὶ δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.</l></q><milestone n="366" unit="card" ed="p"/><l n="366"><milestone unit="para" ed="P"/>ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές,</l><l n="367">μαιομένη κευθμῶνας ἀνὰ σπέος· αὐτὰρ Ὀδυσσεὺς</l><l n="368">ἆσσον πάντʼ ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν</l><l n="369">εἵματά τʼ εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν.</l><l n="370">καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δʼ ἐπέθηκε θύρῃσι</l><l n="371">Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο.</l><l n="372">τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμένʼ ἐλαίης</l><l n="373">φραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον.</l><l n="374">τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="375"><milestone unit="para" ed="P"/>διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="376">φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις,</l><l n="377">οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι,</l><l n="378">μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες·</l><l n="379">ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν</l><l n="380">πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,</l><l n="381">ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.</l></q><l n="382"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="383">ὢ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαο</l><l n="384">φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον,</l><l n="385">εἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν ἔειπες.</l><l n="386">ἀλλʼ ἄγε μῆτιν ὕφηνον, ὅπως ἀποτίσομαι αὐτούς·</l><l n="387">πὰρ δέ μοι αὐτὴ στῆθι, μένος πολυθαρσὲς ἐνεῖσα,</l><l n="388">οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.</l><l n="389">αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι,</l><l n="390">καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην</l><l n="391">σὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσʼ ἐπαρήγοις.</l></q><l n="392"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="393">καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις,</l><l n="394">ὁππότε κεν δὴ ταῦτα πενώμεθα· καί τινʼ ὀΐω</l><l n="395">αἵματί τʼ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας</l><l n="396">ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.</l><l n="397">ἀλλʼ ἄγε σʼ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι·</l><l n="398">κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,</l><l n="399">ξανθὰς δʼ ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφος</l><l n="400">ἕσσω ὅ κε στυγέῃσιν ἰδὼν ἄνθρωπον ἔχοντα,</l><l n="401">κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέʼ ἐόντε,</l><l n="402">ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃς</l><l n="403">σῇ τʼ ἀλόχῳ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες.</l><l n="404">αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,</l><l n="405">ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδε,</l><l n="406">παῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν.</l><l n="407">δήεις τόν γε σύεσσι παρήμενον· αἱ δὲ νέμονται</l><l n="408">πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ,</l><l n="409">ἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ</l><l n="410">πίνουσαι, τά θʼ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν.</l><l n="411">ἔνθα μένειν καὶ πάντα παρήμενος ἐξερέεσθαι,</l><l n="412">ὄφρʼ ἂν ἐγὼν ἔλθω Σπάρτην ἐς καλλιγύναικα</l><l n="413">Τηλέμαχον καλέουσα, τεὸν φίλον υἱόν, Ὀδυσσεῦ·</l><l n="414">ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαον</l><l n="415">ᾤχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτʼ εἴης.</l></q><milestone n="416" unit="card" ed="p"/><l n="416"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="417">τίπτε τʼ ἄρʼ οὔ οἱ ἔειπες, ἐνὶ φρεσὶ πάντα ἰδυῖα;</l><l n="418">ἦ ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃ</l><l n="419">πόντον ἐπʼ ἀτρύγετον· βίοτον δέ οἱ ἄλλοι ἔδουσι;</l></q><l n="420">τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="421">μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω.</l><l n="422">αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο</l><l n="423">κεῖσʼ ἐλθών· ἀτὰρ οὔ τινʼ ἔχει πόνον, ἀλλὰ ἕκηλος</l><l n="424">ἧσται ἐν Ἀτρεΐδαο δόμοις, παρὰ δʼ ἄσπετα κεῖται.</l><l n="425">ἦ μέν μιν λοχόωσι νέοι σὺν νηῒ μελαίνῃ,</l><l n="426">ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι·</l><l n="427">ἀλλὰ τά γʼ οὐκ ὀΐω, πρὶν καί τινα γαῖα καθέξει</l><l n="428">ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.</l></q><l n="429"><milestone unit="para" ed="P"/>ὣς ἄρα μιν φαμένη ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη.</l><l n="430">κάρψεν μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,</l><l n="431">ξανθὰς δʼ ἐκ κεφαλῆς ὄλεσε τρίχας, ἀμφὶ δὲ δέρμα</l><l n="432">πάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος,</l><l n="433">κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέʼ ἐόντε·</l><l n="434">ἀμφὶ δέ μιν ῥάκος ἄλλο κακὸν βάλεν ἠδὲ χιτῶνα,</l><l n="435">ῥωγαλέα ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ·</l><l n="436">ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσʼ ἐλάφοιο,</l><l n="437">ψιλόν· δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην,</l><l n="438">πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.</l><l n="439"><milestone unit="para" ed="P"/>τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν. ἡ μὲν ἔπειτα</l><l n="440">ἐς Λακεδαίμονα δῖαν ἔβη μετὰ παῖδʼ Ὀδυσῆος.</l></div><div n="14" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">αὐτὰρ ὁ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸν</l><l n="2">χῶρον ἀνʼ ὑλήεντα διʼ ἄκριας, ᾗ οἱ Ἀθήνη</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>