<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.254-13.290</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.254-13.290</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="13" type="textpart" subtype="book"><l n="254">οὐδʼ ὅ γʼ ἀληθέα εἶπε, πάλιν δʼ ὅ γε λάζετο μῦθον,</l><l n="255">αἰεὶ ἐνὶ στήθεσσι νόον πολυκερδέα νωμῶν·</l><q type="unspecified"><l n="256"><milestone unit="para" ed="P"/>πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ,</l><l n="257">τηλοῦ ὑπὲρ πόντου· νῦν δʼ εἰλήλουθα καὶ αὐτὸς</l><l n="258">χρήμασι σὺν τοίσδεσσι· λιπὼν δʼ ἔτι παισὶ τοσαῦτα</l><l n="259">φεύγω, ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος,</l><l n="260">Ὀρσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτῃ εὐρείῃ</l><l n="261">ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν,</l><l n="262">οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσης</l><l n="263">Τρωϊάδος, τῆς εἵνεκʼ ἐγὼ πάθον ἄλγεα θυμῷ,</l><l n="264">ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,</l><l n="265">οὕνεκʼ ἄρʼ οὐχ ᾧ πατρὶ χαριζόμενος θεράπευον</l><l n="266">δήμῳ ἔνι Τρώων, ἀλλʼ ἄλλων ἦρχον ἑταίρων.</l><l n="267">τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ</l><l n="268">ἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ·</l><l n="269">νὺξ δὲ μάλα δνοφερὴ κάτεχʼ οὐρανόν, οὐδέ τις ἡμέας</l><l n="270">ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας.</l><l n="271">αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῷ,</l><l n="272">αὐτίκʼ ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺς</l><l n="273">ἐλλισάμην, καί σφιν μενοεικέα ληΐδα δῶκα·</l><l n="274">τούς μʼ ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαι</l><l n="275">ἢ εἰς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.</l><l n="276">ἀλλʼ ἦ τοι σφέας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιο</l><l n="277">πόλλʼ ἀεκαζομένους, οὐδʼ ἤθελον ἐξαπατῆσαι.</l><l n="278">κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός.</l><l n="279">σπουδῇ δʼ ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἡμῖν</l><l n="280">δόρπου μνῆστις ἔην, μάλα περ χατέουσιν ἑλέσθαι,</l><l n="281">ἀλλʼ αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες.</l><l n="282">ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,</l><l n="283">οἱ δὲ χρήματʼ ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντες</l><l n="284">κάτθεσαν, ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην.</l><l n="285">οἱ δʼ ἐς Σιδονίην εὖ ναιομένην ἀναβάντες</l><l n="286">ᾤχοντʼ· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ.</l></q><milestone n="287" unit="card" ed="p"/><l n="287"><milestone unit="para" ed="P"/>ὣς φάτο, μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,</l><l n="288">χειρί τέ μιν κατέρεξε· δέμας δʼ ἤϊκτο γυναικὶ</l><l n="289">καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ·</l><l n="290">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>