<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.203-13.250</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.203-13.250</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="13" type="textpart" subtype="book"><q type="unspecified"><l n="203">πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; πῇ τε καὶ αὐτὸς</l><l n="204">πλάζομαι; αἴθʼ ὄφελον μεῖναι παρὰ Φαιήκεσσιν</l><l n="205">αὐτοῦ· ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων</l><l n="206">ἐξικόμην, ὅς κέν μʼ ἐφίλει καὶ ἔπεμπε νέεσθαι.</l><l n="207">νῦν δʼ οὔτʼ ἄρ πῃ θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦ</l><l n="208">καλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται.</l><l n="209">ὢ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι</l><l n="210">ἦσαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,</l><l n="211">οἵ μʼ εἰς ἄλλην γαῖαν ἀπήγαγον, ἦ τέ μʼ ἔφαντο</l><l n="212">ἄξειν εἰς Ἰθάκην εὐδείελον, οὐδʼ ἐτέλεσσαν.</l><l n="213">Ζεὺς σφέας τίσαιτο ἱκετήσιος, ὅς τε καὶ ἄλλους</l><l n="214">ἀνθρώπους ἐφορᾷ καὶ τίνυται ὅς τις ἁμάρτῃ.</l><l n="215">ἀλλʼ ἄγε δὴ τὰ χρήματʼ ἀριθμήσω καὶ ἴδωμαι,</l><l n="216">μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες.</l></q><milestone n="217" unit="card" ed="p"/><l n="217"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβητας</l><l n="218">ἠρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά.</l><l n="219">τῶν μὲν ἄρʼ ὀύ τι πόθει· ὁ δʼ ὀδύρετο πατρίδα γαῖαν</l><l n="220">ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,</l><l n="221">πόλλʼ ὀλοφυρόμενος. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,</l><l n="222">ἀνδρὶ δέμας εἰκυῖα νέῳ, ἐπιβώτορι μήλων,</l><l n="223">παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασι,</l><l n="224">δίπτυχον ἀμφʼ ὤμοισιν ἔχουσʼ εὐεργέα λώπην·</l><l n="225">ποσσὶ δʼ ὑπὸ λιπαροῖσι πέδιλʼ ἔχε, χερσὶ δʼ ἄκοντα.</l><l n="226">τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε,</l><l n="227">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="228"><milestone unit="para" ed="P"/>ὦ φίλʼ, ἐπεί σε πρῶτα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,</l><l n="229">χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις,</l><l n="230">ἀλλὰ σάω μὲν ταῦτα, σάω δʼ ἐμέ· σοὶ γὰρ ἐγώ γε</l><l n="231">εὔχομαι ὥς τε θεῷ καί σευ φίλα γούναθʼ ἱκάνω.</l><l n="232">καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·</l><l n="233">τίς γῆ, τίς δῆμος, τίνες ἀνέρες ἐγγεγάασιν;</l><l n="234">ἦ πού τις νήσων εὐδείελος, ἦέ τις ἀκτὴ</l><l n="235">κεῖθʼ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο;</l></q><l n="236"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="237">νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας,</l><l n="238">εἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι. οὐδέ τι λίην</l><l n="239">οὕτω νώνυμός ἐστιν· ἴσασι δέ μιν μάλα πολλοί,</l><l n="240">ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τʼ ἠέλιόν τε,</l><l n="241">ἠδʼ ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα.</l><l n="242">ἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν,</l><l n="243">οὐδὲ λίην λυπρή, ἀτὰρ οὐδʼ εὐρεῖα τέτυκται.</l><l n="244">ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος</l><l n="245">γίγνεται· αἰεὶ δʼ ὄμβρος ἔχει τεθαλυῖά τʼ ἐέρση·</l><l n="246">αἰγίβοτος δʼ ἀγαθὴ καὶ βούβοτος· ἔστι μὲν ὕλη</l><l n="247">παντοίη, ἐν δʼ ἀρδμοὶ ἐπηετανοὶ παρέασι.</l><l n="248">τῷ τοι, ξεῖνʼ, Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομʼ ἵκει,</l><l n="249">τήν περ τηλοῦ φασὶν Ἀχαιΐδος ἔμμεναι αἴης.</l></q><milestone n="250" unit="card" ed="p"/><l n="250"><milestone unit="para" ed="P"/>ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>