<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.197-13.311</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.197-13.311</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="13" type="textpart" subtype="book"><l n="197">στῆ δʼ ἄρʼ ἀναΐξας καί ῥʼ εἴσιδε πατρίδα γαῖαν·</l><l n="198">ᾤμωξέν τʼ ἄρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ</l><l n="199">χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·</l><q type="unspecified"><l n="200"><milestone unit="para" ed="P"/>ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;</l><l n="201">ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,</l><l n="202">ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής;</l><l n="203">πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; πῇ τε καὶ αὐτὸς</l><l n="204">πλάζομαι; αἴθʼ ὄφελον μεῖναι παρὰ Φαιήκεσσιν</l><l n="205">αὐτοῦ· ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων</l><l n="206">ἐξικόμην, ὅς κέν μʼ ἐφίλει καὶ ἔπεμπε νέεσθαι.</l><l n="207">νῦν δʼ οὔτʼ ἄρ πῃ θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦ</l><l n="208">καλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται.</l><l n="209">ὢ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι</l><l n="210">ἦσαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,</l><l n="211">οἵ μʼ εἰς ἄλλην γαῖαν ἀπήγαγον, ἦ τέ μʼ ἔφαντο</l><l n="212">ἄξειν εἰς Ἰθάκην εὐδείελον, οὐδʼ ἐτέλεσσαν.</l><l n="213">Ζεὺς σφέας τίσαιτο ἱκετήσιος, ὅς τε καὶ ἄλλους</l><l n="214">ἀνθρώπους ἐφορᾷ καὶ τίνυται ὅς τις ἁμάρτῃ.</l><l n="215">ἀλλʼ ἄγε δὴ τὰ χρήματʼ ἀριθμήσω καὶ ἴδωμαι,</l><l n="216">μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες.</l></q><milestone n="217" unit="card" ed="p"/><l n="217"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβητας</l><l n="218">ἠρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά.</l><l n="219">τῶν μὲν ἄρʼ ὀύ τι πόθει· ὁ δʼ ὀδύρετο πατρίδα γαῖαν</l><l n="220">ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,</l><l n="221">πόλλʼ ὀλοφυρόμενος. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,</l><l n="222">ἀνδρὶ δέμας εἰκυῖα νέῳ, ἐπιβώτορι μήλων,</l><l n="223">παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασι,</l><l n="224">δίπτυχον ἀμφʼ ὤμοισιν ἔχουσʼ εὐεργέα λώπην·</l><l n="225">ποσσὶ δʼ ὑπὸ λιπαροῖσι πέδιλʼ ἔχε, χερσὶ δʼ ἄκοντα.</l><l n="226">τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε,</l><l n="227">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="228"><milestone unit="para" ed="P"/>ὦ φίλʼ, ἐπεί σε πρῶτα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,</l><l n="229">χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις,</l><l n="230">ἀλλὰ σάω μὲν ταῦτα, σάω δʼ ἐμέ· σοὶ γὰρ ἐγώ γε</l><l n="231">εὔχομαι ὥς τε θεῷ καί σευ φίλα γούναθʼ ἱκάνω.</l><l n="232">καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·</l><l n="233">τίς γῆ, τίς δῆμος, τίνες ἀνέρες ἐγγεγάασιν;</l><l n="234">ἦ πού τις νήσων εὐδείελος, ἦέ τις ἀκτὴ</l><l n="235">κεῖθʼ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο;</l></q><l n="236"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="237">νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας,</l><l n="238">εἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι. οὐδέ τι λίην</l><l n="239">οὕτω νώνυμός ἐστιν· ἴσασι δέ μιν μάλα πολλοί,</l><l n="240">ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τʼ ἠέλιόν τε,</l><l n="241">ἠδʼ ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα.</l><l n="242">ἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν,</l><l n="243">οὐδὲ λίην λυπρή, ἀτὰρ οὐδʼ εὐρεῖα τέτυκται.</l><l n="244">ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος</l><l n="245">γίγνεται· αἰεὶ δʼ ὄμβρος ἔχει τεθαλυῖά τʼ ἐέρση·</l><l n="246">αἰγίβοτος δʼ ἀγαθὴ καὶ βούβοτος· ἔστι μὲν ὕλη</l><l n="247">παντοίη, ἐν δʼ ἀρδμοὶ ἐπηετανοὶ παρέασι.</l><l n="248">τῷ τοι, ξεῖνʼ, Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομʼ ἵκει,</l><l n="249">τήν περ τηλοῦ φασὶν Ἀχαιΐδος ἔμμεναι αἴης.</l></q><milestone n="250" unit="card" ed="p"/><l n="250"><milestone unit="para" ed="P"/>ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="251">χαίρων ᾗ γαίῃ πατρωΐῃ, ὥς οἱ ἔειπε</l><l n="252">Παλλὰς Ἀθηναίη, κούρη Διὸς, αἰγιόχοιο·</l><l n="253">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><l n="254">οὐδʼ ὅ γʼ ἀληθέα εἶπε, πάλιν δʼ ὅ γε λάζετο μῦθον,</l><l n="255">αἰεὶ ἐνὶ στήθεσσι νόον πολυκερδέα νωμῶν·</l><q type="unspecified"><l n="256"><milestone unit="para" ed="P"/>πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ,</l><l n="257">τηλοῦ ὑπὲρ πόντου· νῦν δʼ εἰλήλουθα καὶ αὐτὸς</l><l n="258">χρήμασι σὺν τοίσδεσσι· λιπὼν δʼ ἔτι παισὶ τοσαῦτα</l><l n="259">φεύγω, ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος,</l><l n="260">Ὀρσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτῃ εὐρείῃ</l><l n="261">ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν,</l><l n="262">οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσης</l><l n="263">Τρωϊάδος, τῆς εἵνεκʼ ἐγὼ πάθον ἄλγεα θυμῷ,</l><l n="264">ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,</l><l n="265">οὕνεκʼ ἄρʼ οὐχ ᾧ πατρὶ χαριζόμενος θεράπευον</l><l n="266">δήμῳ ἔνι Τρώων, ἀλλʼ ἄλλων ἦρχον ἑταίρων.</l><l n="267">τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ</l><l n="268">ἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ·</l><l n="269">νὺξ δὲ μάλα δνοφερὴ κάτεχʼ οὐρανόν, οὐδέ τις ἡμέας</l><l n="270">ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας.</l><l n="271">αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῷ,</l><l n="272">αὐτίκʼ ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺς</l><l n="273">ἐλλισάμην, καί σφιν μενοεικέα ληΐδα δῶκα·</l><l n="274">τούς μʼ ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαι</l><l n="275">ἢ εἰς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.</l><l n="276">ἀλλʼ ἦ τοι σφέας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιο</l><l n="277">πόλλʼ ἀεκαζομένους, οὐδʼ ἤθελον ἐξαπατῆσαι.</l><l n="278">κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός.</l><l n="279">σπουδῇ δʼ ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἡμῖν</l><l n="280">δόρπου μνῆστις ἔην, μάλα περ χατέουσιν ἑλέσθαι,</l><l n="281">ἀλλʼ αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες.</l><l n="282">ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,</l><l n="283">οἱ δὲ χρήματʼ ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντες</l><l n="284">κάτθεσαν, ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην.</l><l n="285">οἱ δʼ ἐς Σιδονίην εὖ ναιομένην ἀναβάντες</l><l n="286">ᾤχοντʼ· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ.</l></q><milestone n="287" unit="card" ed="p"/><l n="287"><milestone unit="para" ed="P"/>ὣς φάτο, μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,</l><l n="288">χειρί τέ μιν κατέρεξε· δέμας δʼ ἤϊκτο γυναικὶ</l><l n="289">καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ·</l><l n="290">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="291"><milestone unit="para" ed="P"/>κερδαλέος κʼ εἴη καὶ ἐπίκλοπος ὅς σε
                     παρέλθοι</l><l n="292">ἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε.</l><l n="293">σχέτλιε, ποικιλομῆτα, δόλων ἆτʼ, οὐκ ἄρʼ ἔμελλες,</l><l n="294">οὐδʼ ἐν σῇ περ ἐὼν γαίῃ, λήξειν ἀπατάων</l><l n="295">μύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν.</l><l n="296">ἀλλʼ ἄγε, μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφω</l><l n="297">κέρδεʼ, ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχʼ ἄριστος ἁπάντων</l><l n="298">βουλῇ καὶ μύθοισιν, ἐγὼ δʼ ἐν πᾶσι θεοῖσι</l><l n="299">μήτι τε κλέομαι καὶ κέρδεσιν· οὐδὲ σύ γʼ ἔγνως</l><l n="300">Παλλάδʼ Ἀθηναίην, κούρην Διός, ἥ τέ τοι αἰεὶ</l><l n="301">ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω,</l><l n="302">καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα,</l><l n="303">νῦν αὖ δεῦρʼ ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνω</l><l n="304">χρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶ</l><l n="305">ὤπασαν οἴκαδʼ ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε,</l><l n="306">εἴπω θʼ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσι</l><l n="307">κήδεʼ ἀνασχέσθαι· σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ,</l><l n="308">μηδέ τῳ ἐκφάσθαι μήτʼ ἀνδρῶν μήτε γυναικῶν,</l><l n="309">πάντων, οὕνεκʼ ἄρʼ ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῇ</l><l n="310">πάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.</l></q><l n="311"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>