<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.184-13.205</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.184-13.205</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="13" type="textpart" subtype="book"><l n="184"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἔδεισαν, ἑτοιμάσσαντο δὲ
                  ταύρους.</l><l n="185">ὣς οἱ μέν ῥʼ εὔχοντο Ποσειδάωνι ἄνακτι</l><l n="186">δήμου Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,</l><l n="187">ἑσταότες περὶ βωμόν. ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεὺς</l><l n="188">εὕδων ἐν γαίῃ πατρωΐῃ, οὐδέ μιν ἔγνω,</l><l n="189">ἤδη δὴν ἀπεών· περὶ γὰρ θεὸς ἠέρα χεῦε</l><l n="190">Παλλὰς Ἀθηναίη, κούρη Διός, ὄφρα μιν αὐτὸν</l><l n="191">ἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο,</l><l n="192">μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε,</l><l n="193">πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.</l><l n="194">τοὔνεκʼ ἄρʼ ἀλλοειδέα φαινέσκετο πάντα ἄνακτι,</l><l n="195">ἀτραπιτοί τε διηνεκέες λιμένες τε πάνορμοι</l><l n="196">πέτραι τʼ ἠλίβατοι καὶ δένδρεα τηλεθόωντα.</l><l n="197">στῆ δʼ ἄρʼ ἀναΐξας καί ῥʼ εἴσιδε πατρίδα γαῖαν·</l><l n="198">ᾤμωξέν τʼ ἄρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ</l><l n="199">χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·</l><q type="unspecified"><l n="200"><milestone unit="para" ed="P"/>ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;</l><l n="201">ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,</l><l n="202">ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής;</l><l n="203">πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; πῇ τε καὶ αὐτὸς</l><l n="204">πλάζομαι; αἴθʼ ὄφελον μεῖναι παρὰ Φαιήκεσσιν</l><l n="205">αὐτοῦ· ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>