<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.171-13.198</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.171-13.198</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="13" type="textpart" subtype="book"><l n="171">τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπεν·</l><q type="unspecified"><l n="172"><milestone unit="para" ed="P"/>ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ
                     ἱκάνει</l><l n="173">πατρὸς ἐμοῦ, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι</l><l n="174">ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.</l><l n="175">φῆ ποτὲ Φαιήκων ἀνδρῶν περικαλλέα, νῆα,</l><l n="176">ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ</l><l n="177">ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.</l><l n="178">ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.</l><l n="179">ἀλλʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες·</l><l n="180">πομπῆς μὲν παύσασθε βροτῶν, ὅτε κέν τις ἵκηται</l><l n="181">ἡμέτερον προτὶ ἄστυ· Ποσειδάωνι δὲ ταύρους</l><l n="182">δώδεκα κεκριμένους ἱερεύσομεν, αἴ κʼ ἐλεήσῃ,</l><l n="183">μηδʼ ἡμῖν περίμηκες ὄρος πόλει ἀμφικαλύψῃ.</l></q><milestone n="184" unit="card" ed="p"/><l n="184"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἔδεισαν, ἑτοιμάσσαντο δὲ
                  ταύρους.</l><l n="185">ὣς οἱ μέν ῥʼ εὔχοντο Ποσειδάωνι ἄνακτι</l><l n="186">δήμου Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,</l><l n="187">ἑσταότες περὶ βωμόν. ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεὺς</l><l n="188">εὕδων ἐν γαίῃ πατρωΐῃ, οὐδέ μιν ἔγνω,</l><l n="189">ἤδη δὴν ἀπεών· περὶ γὰρ θεὸς ἠέρα χεῦε</l><l n="190">Παλλὰς Ἀθηναίη, κούρη Διός, ὄφρα μιν αὐτὸν</l><l n="191">ἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο,</l><l n="192">μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε,</l><l n="193">πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.</l><l n="194">τοὔνεκʼ ἄρʼ ἀλλοειδέα φαινέσκετο πάντα ἄνακτι,</l><l n="195">ἀτραπιτοί τε διηνεκέες λιμένες τε πάνορμοι</l><l n="196">πέτραι τʼ ἠλίβατοι καὶ δένδρεα τηλεθόωντα.</l><l n="197">στῆ δʼ ἄρʼ ἀναΐξας καί ῥʼ εἴσιδε πατρίδα γαῖαν·</l><l n="198">ᾤμωξέν τʼ ἄρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>