<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.13-13.91</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.13-13.91</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="13" type="textpart" subtype="book"><q type="unspecified"><l n="13">ἀλλʼ ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠδὲ λέβητα</l><l n="14">ἀνδρακάς· ἡμεῖς δʼ αὖτε ἀγειρόμενοι κατὰ δῆμον</l><l n="15">τισόμεθʼ· ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι.</l></q><l n="16"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀλκίνοος, τοῖσιν δʼ ἐπιὴνδανε μῦθος.</l><l n="17">οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,</l><l n="18">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="19">νῆάδʼ ἐπεσσεύοντο, φέρον δʼ εὐήνορα χαλκόν.</l><l n="20">καὶ τὰ μὲν εὖ κατέθηχʼ ἱερὸν μένος Ἀλκινόοιο,</l><l n="21">αὐτὸς ἰὼν διὰ νηὸς ὑπὸ ζυγά, μή τινʼ ἑταίρων</l><l n="22">βλάπτοι ἐλαυνόντων, ὁπότε σπερχοίατʼ ἐρετμοῖς.</l><l n="23">οἱ δʼ εἰς Ἀλκινόοιο κίον καὶ δαῖτʼ ἀλέγυνον.</l><l n="24"><milestone unit="para" ed="P"/>τοῖσι δὲ βοῦν ἱέρευσʼ ἱερὸν μένος Ἀλκινόοιο</l><l n="25">Ζηνὶ κελαινεφέϊ Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει.</l><l n="26">μῆρα δὲ κήαντες δαίνυντʼ ἐρικυδέα δαῖτα</l><l n="27">τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδός,</l><l n="28">Δημόδοκος, λαοῖσι τετιμένος. αὐτὰρ Ὀδυσσεὺς</l><l n="29">πολλὰ πρὸς ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα,</l><l n="30">δῦναι ἐπειγόμενος· δὴ γὰρ μενέαινε νέεσθαι.</l><l n="31">ὡς δʼ ὅτʼ ἀνὴρ δόρποιο λιλαίεται, ᾧ τε πανῆμαρ</l><l n="32">νειὸν ἀνʼ ἕλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον·</l><l n="33">ἀσπασίως δʼ ἄρα τῷ κατέδυ φάος ἠελίοιο</l><l n="34">δόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατʼ ἰόντι·</l><l n="35">ὣς Ὀδυσῆʼ ἀσπαστὸν ἔδυ φάος ἠελίοιο.</l><l n="36">αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα,</l><l n="37">Ἀλκινόῳ δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον·</l><q type="unspecified"><l n="38"><milestone unit="para" ed="P"/>Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,</l><l n="39">πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δʼ αὐτοί·</l><l n="40">ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός,</l><l n="41">πομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ Οὐρανίωνες</l><l n="42">ὄλβια ποιήσειαν· ἀμύμονα δʼ οἴκοι ἄκοιτιν</l><l n="43">νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν.</l><l n="44">ὑμεῖς δʼ αὖθι μένοντες ἐϋφραίνοιτε γυναῖκας</l><l n="45">κουριδίας καὶ τέκνα· θεοὶ δʼ ἀρετὴν ὀπάσειαν</l><l n="46">παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη.</l></q><milestone n="47" unit="card" ed="p"/><l n="47"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον</l><l n="48">πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.</l><l n="49">καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·</l><q type="unspecified"><l n="50">Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον</l><l n="51">πᾶσιν ἀνὰ μέγαρον, ὄφρʼ εὐξάμενοι Διὶ πατρὶ</l><l n="52">τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν.</l></q><l n="53"><milestone unit="para" ed="P"/>ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,</l><l n="54">νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσιν</l><l n="55">ἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,</l><l n="56">αὐτόθεν ἐξ ἑδρέων. ἀνὰ δʼ ἵστατο δῖος Ὀδυσσεύς,</l><l n="57">Ἀρήτῃ δʼ ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον,</l><l n="58">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="59"><milestone unit="para" ed="P"/>χαῖρέ μοι, ὦ βασίλεια, διαμπερές, εἰς ὅ κε
                     γῆρας</l><l n="60">ἔλθῃ καὶ θάνατος, τά τʼ ἐπʼ ἀνθρώποισι πέλονται.</l><l n="61">αὐτὰρ ἐγὼ νέομαι· σὺ δὲ τέρπεο τῷδʼ ἐνὶ οἴκῳ</l><l n="62">παισί τε καὶ λαοῖσι καὶ Ἀλκινόῳ βασιλῆϊ.</l></q><l n="63"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ὑπὲρ οὐδὸν ἐβήσετο δῖος Ὀδυσσεύς,</l><l n="64">τῷ δʼ ἅμα κήρυκα προΐει μένος Ἀλκινόοιο,</l><l n="65">ἡγεῖσθαι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης·</l><l n="66">Ἀρήτη δʼ ἄρα οἱ δμῳὰς ἅμʼ ἔπεμπε γυναῖκας,</l><l n="67">τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα,</l><l n="68">τὴν δʼ ἑτέρην χηλὸν πυκινὴν ἅμʼ ὄπασσε κομίζειν·</l><l n="69">ἡ δʼ ἄλλη σῖτόν τʼ ἔφερεν καὶ οἶνον ἐρυθρόν.</l><l n="70"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,</l><l n="71">αἶψα τά γʼ ἐν νηῒ γλαφυρῇ πομπῆες ἀγαυοὶ</l><l n="72">δεξάμενοι κατέθεντο, πόσιν καὶ βρῶσιν ἅπασαν·</l><l n="73">κὰδ δʼ ἄρʼ Ὀδυσσῆϊ στόρεσαν ῥῆγός τε λίνον τε</l><l n="74">νηὸς ἐπʼ ἰκριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδοι,</l><l n="75">πρυμνῆς· ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο</l><l n="76">σιγῇ· τοὶ δὲ καθῖζον ἐπὶ κληῗσιν ἕκαστοι</l><l n="77">κόσμῳ, πεῖσμα δʼ ἔλυσαν ἀπὸ τρητοῖο λίθοιο.</l><l n="78">εὖθʼ οἱ ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδῷ,</l><l n="79">καὶ τῷ νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε,</l><l n="80">νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς.</l><l n="81">ἡ δʼ, ὥς τʼ ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι,</l><l n="82">πάντες ἅμʼ ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης,</l><l n="83">ὑψόσʼ ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον,</l><l n="84">ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο, κῦμα δʼ ὄπισθε</l><l n="85">πορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης.</l><l n="86">ἡ δὲ μάλʼ ἀσφαλέως θέεν ἔμπεδον· οὐδέ κεν ἴρηξ</l><l n="87">κίρκος ὁμαρτήσειεν, ἐλαφρότατος πετεηνῶν.</l><l n="88">ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κύματʼ ἔταμνεν,</l><l n="89">ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδεʼ ἔχοντα·</l><l n="90">ὃς πρὶν μὲν μάλα πολλὰ πάθʼ ἄλγεα ὃν κατὰ θυμὸν</l><l n="91">ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>