<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.127-13.250</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.127-13.250</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="13" type="textpart" subtype="book"><l n="127">πρῶτον ἐπηπείλησε, Διὸς δʼ ἐξείρετο βουλήν·</l><q type="unspecified"><l n="128"><milestone unit="para" ed="P"/>Ζεῦ πάτερ, οὐκέτʼ ἐγώ γε μετʼ ἀθανάτοισι
                     θεοῖσι</l><l n="129">τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσιν,</l><l n="130">Φαίηκες, τοί πέρ τοι ἐμῆς ἔξ εἰσι γενέθλης.</l><l n="131">καὶ γὰρ νῦν Ὀδυσῆʼ ἐφάμην κακὰ πολλὰ παθόντα</l><l n="132">οἴκαδʼ ἐλεύσεσθαι· νόστον δέ οἱ οὔ ποτʼ ἀπηύρων</l><l n="133">πάγχυ, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας.</l><l n="134">οἱ δʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες</l><l n="135">κάτθεσαν εἰν Ἰθάκῃ, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα,</l><l n="136">χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν,</l><l n="137">πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς,</l><l n="138">εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληΐδος αἶσαν.</l></q><milestone n="139" unit="card" ed="p"/><l n="139"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεὺς·</l><q type="unspecified"><l n="140">ὢ πόποι, ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες.</l><l n="141">οὔ τί σʼ ἀτιμάζουσι θεοί· χαλεπὸν δέ κεν εἴη</l><l n="142">πρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν.</l><l n="143">ἀνδρῶν δʼ εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων</l><l n="144">οὔ τι τίει. σοὶ δʼ ἐστὶ καὶ ἐξοπίσω τίσις αἰεί.</l><l n="145">ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ.</l></q><l n="146"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·</l><q type="unspecified"><l n="147">αἶψά κʼ ἐγὼν ἔρξαιμι, κελαινεφές, ὡς ἀγορεύεις·</l><l n="148">ἀλλὰ σὸν αἰεὶ θυμὸν ὀπίζομαι ἠδʼ ἀλεείνω.</l><l n="149">νῦν αὖ Φαιήκων ἐθέλω περικαλλέα νῆα,</l><l n="150">ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ</l><l n="151">ῥαῖσαι, ἵνʼ ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς</l><l n="152">ἀνθρώπων, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.</l></q><l n="153"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q type="unspecified"><l n="154">ὢ πέπον, ὡς μὲν ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα,</l><l n="155">ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προΐδωνται</l><l n="156">λαοὶ ἀπὸ πτόλιος, θεῖναι λίθον ἐγγύθι γαίης</l><l n="157">νηῒ θοῇ ἴκελον, ἵνα θαυμάζωσιν ἅπαντες</l><l n="158">ἄνθρωποι, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.</l></q><l n="159"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων,</l><l n="160">βῆ ῥʼ ἴμεν ἐς Σχερίην, ὅθι Φαίηκες γεγάασιν.</l><l n="161">ἔνθʼ ἔμενʼ· ἡ δὲ μάλα σχεδὸν ἤλυθε ποντοπόρος νηῦς</l><l n="162">ῥίμφα διωκομένη· τῆς δὲ σχεδὸν ἦλθʼ ἐνοσίχθων,</l><l n="163">ὅς μιν λᾶαν ἔθηκε καὶ ἐρρίζωσεν ἔνερθε</l><l n="164">χειρὶ καταπρηνεῖ ἐλάσας· ὁ δὲ νόσφι βεβήκει.</l><l n="165">οἱ δὲ πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον</l><l n="166">Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.</l><l n="167">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q type="unspecified"><l n="168"><milestone unit="para" ed="P"/>ὤ μοι, τίς δὴ νῆα θοὴν ἐπέδησʼ ἐνὶ πόντῳ</l><l n="169">οἴκαδʼ ἐλαυνομένην; καὶ δὴ προὐφαίνετο πᾶσα.</l></q><l n="170"><milestone unit="para" ed="P"/>ὣς ἄρα τις εἴπεσκε· τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.</l><l n="171">τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπεν·</l><q type="unspecified"><l n="172"><milestone unit="para" ed="P"/>ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ
                     ἱκάνει</l><l n="173">πατρὸς ἐμοῦ, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι</l><l n="174">ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.</l><l n="175">φῆ ποτὲ Φαιήκων ἀνδρῶν περικαλλέα, νῆα,</l><l n="176">ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ</l><l n="177">ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.</l><l n="178">ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.</l><l n="179">ἀλλʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες·</l><l n="180">πομπῆς μὲν παύσασθε βροτῶν, ὅτε κέν τις ἵκηται</l><l n="181">ἡμέτερον προτὶ ἄστυ· Ποσειδάωνι δὲ ταύρους</l><l n="182">δώδεκα κεκριμένους ἱερεύσομεν, αἴ κʼ ἐλεήσῃ,</l><l n="183">μηδʼ ἡμῖν περίμηκες ὄρος πόλει ἀμφικαλύψῃ.</l></q><milestone n="184" unit="card" ed="p"/><l n="184"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἔδεισαν, ἑτοιμάσσαντο δὲ
                  ταύρους.</l><l n="185">ὣς οἱ μέν ῥʼ εὔχοντο Ποσειδάωνι ἄνακτι</l><l n="186">δήμου Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,</l><l n="187">ἑσταότες περὶ βωμόν. ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεὺς</l><l n="188">εὕδων ἐν γαίῃ πατρωΐῃ, οὐδέ μιν ἔγνω,</l><l n="189">ἤδη δὴν ἀπεών· περὶ γὰρ θεὸς ἠέρα χεῦε</l><l n="190">Παλλὰς Ἀθηναίη, κούρη Διός, ὄφρα μιν αὐτὸν</l><l n="191">ἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο,</l><l n="192">μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε,</l><l n="193">πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.</l><l n="194">τοὔνεκʼ ἄρʼ ἀλλοειδέα φαινέσκετο πάντα ἄνακτι,</l><l n="195">ἀτραπιτοί τε διηνεκέες λιμένες τε πάνορμοι</l><l n="196">πέτραι τʼ ἠλίβατοι καὶ δένδρεα τηλεθόωντα.</l><l n="197">στῆ δʼ ἄρʼ ἀναΐξας καί ῥʼ εἴσιδε πατρίδα γαῖαν·</l><l n="198">ᾤμωξέν τʼ ἄρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ</l><l n="199">χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·</l><q type="unspecified"><l n="200"><milestone unit="para" ed="P"/>ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;</l><l n="201">ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,</l><l n="202">ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής;</l><l n="203">πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; πῇ τε καὶ αὐτὸς</l><l n="204">πλάζομαι; αἴθʼ ὄφελον μεῖναι παρὰ Φαιήκεσσιν</l><l n="205">αὐτοῦ· ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων</l><l n="206">ἐξικόμην, ὅς κέν μʼ ἐφίλει καὶ ἔπεμπε νέεσθαι.</l><l n="207">νῦν δʼ οὔτʼ ἄρ πῃ θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦ</l><l n="208">καλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται.</l><l n="209">ὢ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι</l><l n="210">ἦσαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,</l><l n="211">οἵ μʼ εἰς ἄλλην γαῖαν ἀπήγαγον, ἦ τέ μʼ ἔφαντο</l><l n="212">ἄξειν εἰς Ἰθάκην εὐδείελον, οὐδʼ ἐτέλεσσαν.</l><l n="213">Ζεὺς σφέας τίσαιτο ἱκετήσιος, ὅς τε καὶ ἄλλους</l><l n="214">ἀνθρώπους ἐφορᾷ καὶ τίνυται ὅς τις ἁμάρτῃ.</l><l n="215">ἀλλʼ ἄγε δὴ τὰ χρήματʼ ἀριθμήσω καὶ ἴδωμαι,</l><l n="216">μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες.</l></q><milestone n="217" unit="card" ed="p"/><l n="217"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβητας</l><l n="218">ἠρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά.</l><l n="219">τῶν μὲν ἄρʼ ὀύ τι πόθει· ὁ δʼ ὀδύρετο πατρίδα γαῖαν</l><l n="220">ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,</l><l n="221">πόλλʼ ὀλοφυρόμενος. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,</l><l n="222">ἀνδρὶ δέμας εἰκυῖα νέῳ, ἐπιβώτορι μήλων,</l><l n="223">παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασι,</l><l n="224">δίπτυχον ἀμφʼ ὤμοισιν ἔχουσʼ εὐεργέα λώπην·</l><l n="225">ποσσὶ δʼ ὑπὸ λιπαροῖσι πέδιλʼ ἔχε, χερσὶ δʼ ἄκοντα.</l><l n="226">τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε,</l><l n="227">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="228"><milestone unit="para" ed="P"/>ὦ φίλʼ, ἐπεί σε πρῶτα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,</l><l n="229">χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις,</l><l n="230">ἀλλὰ σάω μὲν ταῦτα, σάω δʼ ἐμέ· σοὶ γὰρ ἐγώ γε</l><l n="231">εὔχομαι ὥς τε θεῷ καί σευ φίλα γούναθʼ ἱκάνω.</l><l n="232">καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·</l><l n="233">τίς γῆ, τίς δῆμος, τίνες ἀνέρες ἐγγεγάασιν;</l><l n="234">ἦ πού τις νήσων εὐδείελος, ἦέ τις ἀκτὴ</l><l n="235">κεῖθʼ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο;</l></q><l n="236"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="237">νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας,</l><l n="238">εἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι. οὐδέ τι λίην</l><l n="239">οὕτω νώνυμός ἐστιν· ἴσασι δέ μιν μάλα πολλοί,</l><l n="240">ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τʼ ἠέλιόν τε,</l><l n="241">ἠδʼ ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα.</l><l n="242">ἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν,</l><l n="243">οὐδὲ λίην λυπρή, ἀτὰρ οὐδʼ εὐρεῖα τέτυκται.</l><l n="244">ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος</l><l n="245">γίγνεται· αἰεὶ δʼ ὄμβρος ἔχει τεθαλυῖά τʼ ἐέρση·</l><l n="246">αἰγίβοτος δʼ ἀγαθὴ καὶ βούβοτος· ἔστι μὲν ὕλη</l><l n="247">παντοίη, ἐν δʼ ἀρδμοὶ ἐπηετανοὶ παρέασι.</l><l n="248">τῷ τοι, ξεῖνʼ, Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομʼ ἵκει,</l><l n="249">τήν περ τηλοῦ φασὶν Ἀχαιΐδος ἔμμεναι αἴης.</l></q><milestone n="250" unit="card" ed="p"/><l n="250"><milestone unit="para" ed="P"/>ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>