<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.92-12.119</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.92-12.119</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="12" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="92">πυκνοὶ καὶ θαμέες, πλεῖοι μέλανος θανάτοιο.</l><l n="93">μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν,</l><l n="94">ἔξω δʼ ἐξίσχει κεφαλὰς δεινοῖο βερέθρου,</l><l n="95">αὐτοῦ δʼ ἰχθυάᾳ, σκόπελον περιμαιμώωσα,</l><l n="96">δελφῖνάς τε κύνας τε, καὶ εἴ ποθι μεῖζον ἕλῃσι</l><l n="97">κῆτος, ἃ μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη.</l><l n="98">τῇ δʼ οὔ πώ ποτε ναῦται ἀκήριοι εὐχετόωνται</l><l n="99">παρφυγέειν σὺν νηί· φέρει δέ τε κρατὶ ἑκάστῳ</l><l n="100">φῶτʼ ἐξαρπάξασα νεὸς κυανοπρῴροιο.</l><l n="101"><milestone unit="para" ed="P"/>τὸν δʼ ἕτερον σκόπελον χθαμαλώτερον ὄψει,
                        Ὀδυσσεῦ.</l><l n="102">πλησίον ἀλλήλων· καί κεν διοϊστεύσειας.</l><l n="103">τῷ δʼ ἐν ἐρινεὸς ἔστι μέγας, φύλλοισι τεθηλώς·</l><l n="104">τῷ δʼ ὑπὸ δῖα Χάρυβδις ἀναρροιβδεῖ μέλαν ὕδωρ.</l><l n="105">τρὶς μὲν γάρ τʼ ἀνίησιν ἐπʼ ἤματι, τρὶς δʼ ἀναροιβδεῖ</l><l n="106">δεινόν· μὴ σύ γε κεῖθι τύχοις, ὅτε ῥοιβδήσειεν·</l><l n="107">οὐ γάρ κεν ῥύσαιτό σʼ ὑπὲκ κακοῦ οὐδʼ ἐνοσίχθων.</l><l n="108">ἀλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος ὦκα</l><l n="109">νῆα παρὲξ ἐλάαν, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν</l><l n="110">ἓξ ἑτάρους ἐν νηὶ ποθήμεναι ἢ ἅμα πάντας.</l></q><milestone n="111" unit="card" ed="p"/><l n="111"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><l n="112">εἰ δʼ ἄγε δή μοι τοῦτο, θεά, νημερτὲς ἐνίσπες,</l><l n="113">εἴ πως τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν,</l><l n="114">τὴν δέ κʼ ἀμυναίμην, ὅτε μοι σίνοιτό γʼ ἑταίρους.</l></q><l n="115"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·</l><q type="unspecified"><l n="116">σχέτλιε, καὶ δὴ αὖ τοι πολεμήια ἔργα μέμηλε</l><l n="117">καὶ πόνος· οὐδὲ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν;</l><l n="118">ἡ δέ τοι οὐ θνητή, ἀλλʼ ἀθάνατον κακόν ἐστι,</l><l n="119">δεινόν τʼ ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>