<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.74-12.91</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.74-12.91</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="12" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="74">ὀξείῃ κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκε</l><l n="75">κυανέη· τὸ μὲν οὔ ποτʼ ἐρωεῖ, οὐδέ ποτʼ αἴθρη</l><l n="76">κείνου ἔχει κορυφὴν οὔτʼ ἐν θέρει οὔτʼ ἐν ὀπώρῃ.</l><l n="77">οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδʼ ἐπιβαίη,</l><l n="78">οὐδʼ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν·</l><l n="79">πέτρη γὰρ λίς ἐστι, περιξεστῇ ἐικυῖα.</l><l n="80">μέσσῳ δʼ ἐν σκοπέλῳ ἔστι σπέος ἠεροειδές,</l><l n="81">πρὸς ζόφον εἰς Ἔρεβος τετραμμένον, ᾗ περ ἂν ὑμεῖς</l><l n="82">νῆα παρὰ γλαφυρὴν ἰθύνετε, φαίδιμʼ Ὀδυσσεῦ.</l><l n="83">οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήιος ἀνὴρ</l><l n="84">τόξῳ ὀιστεύσας κοῖλον σπέος εἰσαφίκοιτο.</l><l n="85">ἔνθα δʼ ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα.</l><l n="86">τῆς ἦ τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλῆς</l><l n="87">γίγνεται, αὐτὴ δʼ αὖτε πέλωρ κακόν· οὐδέ κέ τίς μιν</l><l n="88">γηθήσειεν ἰδών, οὐδʼ εἰ θεὸς ἀντιάσειεν.</l><l n="89">τῆς ἦ τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι,</l><l n="90">ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃ</l><l n="91">σμερδαλέη κεφαλή, ἐν δὲ τρίστοιχοι ὀδόντες</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>