<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.68-12.104</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.68-12.104</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="12" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="68">κύμαθʼ ἁλὸς φορέουσι πυρός τʼ ὀλοοῖο θύελλαι.</l><l n="69">οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς,</l><l n="70">Ἀργὼ πᾶσι μέλουσα, παρʼ Αἰήταο πλέουσα.</l><l n="71">καὶ νύ κε τὴν ἔνθʼ ὦκα βάλεν μεγάλας ποτὶ πέτρας,</l><l n="72">ἀλλʼ Ἥρη παρέπεμψεν, ἐπεὶ φίλος ἦεν Ἰήσων.</l><milestone n="73" unit="card" ed="p"/><l n="73"><milestone unit="para" ed="P"/>οἱ δὲ δύω σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν
                        ἱκάνει</l><l n="74">ὀξείῃ κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκε</l><l n="75">κυανέη· τὸ μὲν οὔ ποτʼ ἐρωεῖ, οὐδέ ποτʼ αἴθρη</l><l n="76">κείνου ἔχει κορυφὴν οὔτʼ ἐν θέρει οὔτʼ ἐν ὀπώρῃ.</l><l n="77">οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδʼ ἐπιβαίη,</l><l n="78">οὐδʼ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν·</l><l n="79">πέτρη γὰρ λίς ἐστι, περιξεστῇ ἐικυῖα.</l><l n="80">μέσσῳ δʼ ἐν σκοπέλῳ ἔστι σπέος ἠεροειδές,</l><l n="81">πρὸς ζόφον εἰς Ἔρεβος τετραμμένον, ᾗ περ ἂν ὑμεῖς</l><l n="82">νῆα παρὰ γλαφυρὴν ἰθύνετε, φαίδιμʼ Ὀδυσσεῦ.</l><l n="83">οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήιος ἀνὴρ</l><l n="84">τόξῳ ὀιστεύσας κοῖλον σπέος εἰσαφίκοιτο.</l><l n="85">ἔνθα δʼ ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα.</l><l n="86">τῆς ἦ τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλῆς</l><l n="87">γίγνεται, αὐτὴ δʼ αὖτε πέλωρ κακόν· οὐδέ κέ τίς μιν</l><l n="88">γηθήσειεν ἰδών, οὐδʼ εἰ θεὸς ἀντιάσειεν.</l><l n="89">τῆς ἦ τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι,</l><l n="90">ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃ</l><l n="91">σμερδαλέη κεφαλή, ἐν δὲ τρίστοιχοι ὀδόντες</l><l n="92">πυκνοὶ καὶ θαμέες, πλεῖοι μέλανος θανάτοιο.</l><l n="93">μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν,</l><l n="94">ἔξω δʼ ἐξίσχει κεφαλὰς δεινοῖο βερέθρου,</l><l n="95">αὐτοῦ δʼ ἰχθυάᾳ, σκόπελον περιμαιμώωσα,</l><l n="96">δελφῖνάς τε κύνας τε, καὶ εἴ ποθι μεῖζον ἕλῃσι</l><l n="97">κῆτος, ἃ μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη.</l><l n="98">τῇ δʼ οὔ πώ ποτε ναῦται ἀκήριοι εὐχετόωνται</l><l n="99">παρφυγέειν σὺν νηί· φέρει δέ τε κρατὶ ἑκάστῳ</l><l n="100">φῶτʼ ἐξαρπάξασα νεὸς κυανοπρῴροιο.</l><l n="101"><milestone unit="para" ed="P"/>τὸν δʼ ἕτερον σκόπελον χθαμαλώτερον ὄψει,
                        Ὀδυσσεῦ.</l><l n="102">πλησίον ἀλλήλων· καί κεν διοϊστεύσειας.</l><l n="103">τῷ δʼ ἐν ἐρινεὸς ἔστι μέγας, φύλλοισι τεθηλώς·</l><l n="104">τῷ δʼ ὑπὸ δῖα Χάρυβδις ἀναρροιβδεῖ μέλαν ὕδωρ.</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>