<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.48-12.151</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.48-12.151</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="12" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="48">κηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούσῃ</l><l n="49">τῶν ἄλλων· ἀτὰρ αὐτὸς ἀκουέμεν αἴ κʼ ἐθέλῃσθα,</l><l n="50">δησάντων σʼ ἐν νηὶ θοῇ χεῖράς τε πόδας τε</l><l n="51">ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω,</l><l n="52">ὄφρα κε τερπόμενος ὄπʼ ἀκούσῃς Σειρήνοιιν.</l><l n="53">εἰ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς,</l><l n="54">οἱ δέ σʼ ἔτι πλεόνεσσι τότʼ ἐν δεσμοῖσι διδέντων.</l><l n="55">αὐτὰρ ἐπὴν δὴ τάς γε παρὲξ ἐλάσωσιν ἑταῖροι,</l><l n="56">ἔνθα τοι οὐκέτʼ ἔπειτα διηνεκέως ἀγορεύσω,</l><l n="57">ὁπποτέρη δή τοι ὁδὸς ἔσσεται, ἀλλὰ καὶ αὐτὸς</l><l n="58">θυμῷ βουλεύειν· ἐρέω δέ τοι ἀμφοτέρωθεν.</l><l n="59">ἔνθεν μὲν γὰρ πέτραι ἐπηρεφέες, προτὶ δʼ αὐτὰς</l><l n="60">κῦμα μέγα ῥοχθεῖ κυανώπιδος Ἀμφιτρίτης·</l><l n="61">Πλαγκτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσι.</l><l n="62">τῇ μέν τʼ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι</l><l n="63">τρήρωνες, ταί τʼ ἀμβροσίην Διὶ πατρὶ φέρουσιν,</l><l n="64">ἀλλά τε καὶ τῶν αἰὲν ἀφαιρεῖται λὶς πέτρη·</l><l n="65">ἀλλʼ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι.</l><l n="66">τῇ δʼ οὔ πώ τις νηῦς φύγεν ἀνδρῶν, ἥ τις ἵκηται,</l><l n="67">ἀλλά θʼ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν</l><l n="68">κύμαθʼ ἁλὸς φορέουσι πυρός τʼ ὀλοοῖο θύελλαι.</l><l n="69">οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς,</l><l n="70">Ἀργὼ πᾶσι μέλουσα, παρʼ Αἰήταο πλέουσα.</l><l n="71">καὶ νύ κε τὴν ἔνθʼ ὦκα βάλεν μεγάλας ποτὶ πέτρας,</l><l n="72">ἀλλʼ Ἥρη παρέπεμψεν, ἐπεὶ φίλος ἦεν Ἰήσων.</l><milestone n="73" unit="card" ed="p"/><l n="73"><milestone unit="para" ed="P"/>οἱ δὲ δύω σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν
                        ἱκάνει</l><l n="74">ὀξείῃ κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκε</l><l n="75">κυανέη· τὸ μὲν οὔ ποτʼ ἐρωεῖ, οὐδέ ποτʼ αἴθρη</l><l n="76">κείνου ἔχει κορυφὴν οὔτʼ ἐν θέρει οὔτʼ ἐν ὀπώρῃ.</l><l n="77">οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδʼ ἐπιβαίη,</l><l n="78">οὐδʼ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν·</l><l n="79">πέτρη γὰρ λίς ἐστι, περιξεστῇ ἐικυῖα.</l><l n="80">μέσσῳ δʼ ἐν σκοπέλῳ ἔστι σπέος ἠεροειδές,</l><l n="81">πρὸς ζόφον εἰς Ἔρεβος τετραμμένον, ᾗ περ ἂν ὑμεῖς</l><l n="82">νῆα παρὰ γλαφυρὴν ἰθύνετε, φαίδιμʼ Ὀδυσσεῦ.</l><l n="83">οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήιος ἀνὴρ</l><l n="84">τόξῳ ὀιστεύσας κοῖλον σπέος εἰσαφίκοιτο.</l><l n="85">ἔνθα δʼ ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα.</l><l n="86">τῆς ἦ τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλῆς</l><l n="87">γίγνεται, αὐτὴ δʼ αὖτε πέλωρ κακόν· οὐδέ κέ τίς μιν</l><l n="88">γηθήσειεν ἰδών, οὐδʼ εἰ θεὸς ἀντιάσειεν.</l><l n="89">τῆς ἦ τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι,</l><l n="90">ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃ</l><l n="91">σμερδαλέη κεφαλή, ἐν δὲ τρίστοιχοι ὀδόντες</l><l n="92">πυκνοὶ καὶ θαμέες, πλεῖοι μέλανος θανάτοιο.</l><l n="93">μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν,</l><l n="94">ἔξω δʼ ἐξίσχει κεφαλὰς δεινοῖο βερέθρου,</l><l n="95">αὐτοῦ δʼ ἰχθυάᾳ, σκόπελον περιμαιμώωσα,</l><l n="96">δελφῖνάς τε κύνας τε, καὶ εἴ ποθι μεῖζον ἕλῃσι</l><l n="97">κῆτος, ἃ μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη.</l><l n="98">τῇ δʼ οὔ πώ ποτε ναῦται ἀκήριοι εὐχετόωνται</l><l n="99">παρφυγέειν σὺν νηί· φέρει δέ τε κρατὶ ἑκάστῳ</l><l n="100">φῶτʼ ἐξαρπάξασα νεὸς κυανοπρῴροιο.</l><l n="101"><milestone unit="para" ed="P"/>τὸν δʼ ἕτερον σκόπελον χθαμαλώτερον ὄψει,
                        Ὀδυσσεῦ.</l><l n="102">πλησίον ἀλλήλων· καί κεν διοϊστεύσειας.</l><l n="103">τῷ δʼ ἐν ἐρινεὸς ἔστι μέγας, φύλλοισι τεθηλώς·</l><l n="104">τῷ δʼ ὑπὸ δῖα Χάρυβδις ἀναρροιβδεῖ μέλαν ὕδωρ.</l><l n="105">τρὶς μὲν γάρ τʼ ἀνίησιν ἐπʼ ἤματι, τρὶς δʼ ἀναροιβδεῖ</l><l n="106">δεινόν· μὴ σύ γε κεῖθι τύχοις, ὅτε ῥοιβδήσειεν·</l><l n="107">οὐ γάρ κεν ῥύσαιτό σʼ ὑπὲκ κακοῦ οὐδʼ ἐνοσίχθων.</l><l n="108">ἀλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος ὦκα</l><l n="109">νῆα παρὲξ ἐλάαν, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν</l><l n="110">ἓξ ἑτάρους ἐν νηὶ ποθήμεναι ἢ ἅμα πάντας.</l></q><milestone n="111" unit="card" ed="p"/><l n="111"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><l n="112">εἰ δʼ ἄγε δή μοι τοῦτο, θεά, νημερτὲς ἐνίσπες,</l><l n="113">εἴ πως τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν,</l><l n="114">τὴν δέ κʼ ἀμυναίμην, ὅτε μοι σίνοιτό γʼ ἑταίρους.</l></q><l n="115"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·</l><q type="unspecified"><l n="116">σχέτλιε, καὶ δὴ αὖ τοι πολεμήια ἔργα μέμηλε</l><l n="117">καὶ πόνος· οὐδὲ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν;</l><l n="118">ἡ δέ τοι οὐ θνητή, ἀλλʼ ἀθάνατον κακόν ἐστι,</l><l n="119">δεινόν τʼ ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν·</l><l n="120">οὐδέ τις ἔστʼ ἀλκή· φυγέειν κάρτιστον ἀπʼ αὐτῆς.</l><l n="121">ἢν γὰρ δηθύνῃσθα κορυσσόμενος παρὰ πέτρῃ,</l><l n="122">δείδω, μή σʼ ἐξαῦτις ἐφορμηθεῖσα κίχῃσι</l><l n="123">τόσσῃσιν κεφαλῇσι, τόσους δʼ ἐκ φῶτας ἕληται.</l><l n="124">ἀλλὰ μάλα σφοδρῶς ἐλάαν, βωστρεῖν δὲ Κράταιιν,</l><l n="125">μητέρα τῆς Σκύλλης, ἥ μιν τέκε πῆμα βροτοῖσιν·</l><l n="126">ἥ μιν ἔπειτʼ ἀποπαύσει ἐς ὕστερον ὁρμηθῆναι.</l><l n="127"><milestone unit="para" ed="P"/>Θρινακίην δʼ ἐς νῆσον ἀφίξεαι· ἔνθα δὲ
                     πολλαὶ</l><l n="128">βόσκοντʼ Ἠελίοιο βόες καὶ ἴφια μῆλα,</l><l n="129">ἑπτὰ βοῶν ἀγέλαι, τόσα δʼ οἰῶν πώεα καλά,</l><l n="130">πεντήκοντα δʼ ἕκαστα. γόνος δʼ οὐ γίγνεται αὐτῶν,</l><l n="131">οὐδέ ποτε φθινύθουσι. θεαὶ δʼ ἐπιποιμένες εἰσίν,</l><l n="132">νύμφαι ἐυπλόκαμοι, Φαέθουσά τε Λαμπετίη τε,</l><l n="133">ἃς τέκεν Ἠελίῳ Ὑπερίονι δῖα Νέαιρα.</l><l n="134">τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ</l><l n="135">Θρινακίην ἐς νῆσον ἀπῴκισε τηλόθι ναίειν,</l><l n="136">μῆλα φυλασσέμεναι πατρώια καὶ ἕλικας βοῦς.</l><l n="137">τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,</l><l n="138">ἦ τʼ ἂν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·</l><l n="139">εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,</l><l n="140">νηί τε καὶ ἑτάροις· αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,</l><l n="141">ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους.</l></q><l n="142"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.</l><l n="143">ἡ μὲν ἔπειτʼ ἀνὰ νῆσον ἀπέστιχε δῖα θεάων·</l><l n="144">αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὤτρυνον ἑταίρους</l><l n="145">αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·</l><l n="146">οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.</l><l n="147">ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.</l><l n="148">ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο</l><l n="149">ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,</l><l n="150">Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.</l><l n="151">αὐτίκα δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>