<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.439-13.7</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.439-13.7</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="12" type="textpart" subtype="book"><q type="unspecified"><l n="439">ὄψʼ· ἦμος δʼ ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη</l><l n="440">κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν,</l><l n="441">τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεφαάνθη.</l><l n="442">ἧκα δʼ ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι,</l><l n="443">μέσσῳ δʼ ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα,</l><l n="444">ἑζόμενος δʼ ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσι.</l><l n="445">Σκύλλην δʼ οὐκέτʼ ἔασε πατὴρ ἀνδρῶν τε θεῶν τε</l><l n="446">εἰσιδέειν· οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον.</l><l n="447"><milestone unit="para" ed="P"/>ἔνθεν δʼ ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ</l><l n="448">νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ</l><l n="449">ναίει ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,</l><l n="450">ἥ μʼ ἐφίλει τʼ ἐκόμει τε. τί τοι τάδε μυθολογεύω;</l><l n="451">ἤδη γάρ τοι χθιζὸς ἐμυθεόμην ἐνὶ οἴκῳ</l><l n="452">σοί τε καὶ ἰφθίμῃ ἀλόχῳ· ἐχθρὸν δέ μοί ἐστιν</l><l n="453">αὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν.</l></q></div><div n="13" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,</l><l n="2">κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.</l><l n="3">τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="4"><milestone unit="para" ed="P"/>ὦ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ,</l><l n="5">ὑψερεφές, τῷ σʼ οὔ τι παλιμπλαγχθέντα γʼ ὀΐω</l><l n="6">ἂψ ἀπονοστήσειν, εἰ καὶ μάλα πολλὰ πέπονθας.</l><l n="7">ὑμέων δʼ ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>