<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.423-13.175</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.423-13.175</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="12" type="textpart" subtype="book"><q type="unspecified"><l n="423">ἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς·</l><l n="424">τῷ ῥʼ ἄμφω συνέεργον, ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν,</l><l n="425">ἑζόμενος δʼ ἐπὶ τοῖς φερόμην ὀλοοῖς ἀνέμοισιν.</l><milestone n="426" unit="card" ed="p"/><l n="426"><milestone unit="para" ed="P"/>ἔνθʼ ἦ τοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι
                     θύων,</l><l n="427">ἦλθε δʼ ἐπὶ Νότος ὦκα, φέρων ἐμῷ ἄλγεα θυμῷ,</l><l n="428">ὄφρʼ ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν.</l><l n="429">παννύχιος φερόμην, ἅμα δʼ ἠελίῳ ἀνιόντι</l><l n="430">ἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν.</l><l n="431">ἡ μὲν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ·</l><l n="432">αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσʼ ἀερθείς,</l><l n="433">τῷ προσφὺς ἐχόμην ὡς νυκτερίς. οὐδέ πῃ εἶχον</l><l n="434">οὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτʼ ἐπιβῆναι·</l><l n="435">ῥίζαι γὰρ ἑκὰς εἶχον, ἀπήωροι δʼ ἔσαν ὄζοι,</l><l n="436">μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν.</l><l n="437">νωλεμέως δʼ ἐχόμην, ὄφρʼ ἐξεμέσειεν ὀπίσσω</l><l n="438">ἱστὸν καὶ τρόπιν αὖτις· ἐελδομένῳ δέ μοι ἦλθον</l><l n="439">ὄψʼ· ἦμος δʼ ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη</l><l n="440">κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν,</l><l n="441">τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεφαάνθη.</l><l n="442">ἧκα δʼ ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι,</l><l n="443">μέσσῳ δʼ ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα,</l><l n="444">ἑζόμενος δʼ ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσι.</l><l n="445">Σκύλλην δʼ οὐκέτʼ ἔασε πατὴρ ἀνδρῶν τε θεῶν τε</l><l n="446">εἰσιδέειν· οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον.</l><l n="447"><milestone unit="para" ed="P"/>ἔνθεν δʼ ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ</l><l n="448">νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ</l><l n="449">ναίει ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,</l><l n="450">ἥ μʼ ἐφίλει τʼ ἐκόμει τε. τί τοι τάδε μυθολογεύω;</l><l n="451">ἤδη γάρ τοι χθιζὸς ἐμυθεόμην ἐνὶ οἴκῳ</l><l n="452">σοί τε καὶ ἰφθίμῃ ἀλόχῳ· ἐχθρὸν δέ μοί ἐστιν</l><l n="453">αὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν.</l></q></div><div n="13" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,</l><l n="2">κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.</l><l n="3">τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="4"><milestone unit="para" ed="P"/>ὦ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ,</l><l n="5">ὑψερεφές, τῷ σʼ οὔ τι παλιμπλαγχθέντα γʼ ὀΐω</l><l n="6">ἂψ ἀπονοστήσειν, εἰ καὶ μάλα πολλὰ πέπονθας.</l><l n="7">ὑμέων δʼ ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω,</l><l n="8">ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνον</l><l n="9">αἰεὶ πίνετʼ ἐμοῖσιν, ἀκουάζεσθε δʼ ἀοιδοῦ.</l><l n="10">εἵματα μὲν δὴ ξείνῳ ἐϋξέστῃ ἐνὶ χηλῷ</l><l n="11">κεῖται καὶ χρυσὸς πολυδαίδαλος ἄλλα τε πάντα</l><l n="12">δῶρʼ, ὅσα Φαιήκων βουληφόροι ἐνθάδʼ ἔνεικαν·</l><l n="13">ἀλλʼ ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠδὲ λέβητα</l><l n="14">ἀνδρακάς· ἡμεῖς δʼ αὖτε ἀγειρόμενοι κατὰ δῆμον</l><l n="15">τισόμεθʼ· ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι.</l></q><l n="16"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀλκίνοος, τοῖσιν δʼ ἐπιὴνδανε μῦθος.</l><l n="17">οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,</l><l n="18">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="19">νῆάδʼ ἐπεσσεύοντο, φέρον δʼ εὐήνορα χαλκόν.</l><l n="20">καὶ τὰ μὲν εὖ κατέθηχʼ ἱερὸν μένος Ἀλκινόοιο,</l><l n="21">αὐτὸς ἰὼν διὰ νηὸς ὑπὸ ζυγά, μή τινʼ ἑταίρων</l><l n="22">βλάπτοι ἐλαυνόντων, ὁπότε σπερχοίατʼ ἐρετμοῖς.</l><l n="23">οἱ δʼ εἰς Ἀλκινόοιο κίον καὶ δαῖτʼ ἀλέγυνον.</l><l n="24"><milestone unit="para" ed="P"/>τοῖσι δὲ βοῦν ἱέρευσʼ ἱερὸν μένος Ἀλκινόοιο</l><l n="25">Ζηνὶ κελαινεφέϊ Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει.</l><l n="26">μῆρα δὲ κήαντες δαίνυντʼ ἐρικυδέα δαῖτα</l><l n="27">τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδός,</l><l n="28">Δημόδοκος, λαοῖσι τετιμένος. αὐτὰρ Ὀδυσσεὺς</l><l n="29">πολλὰ πρὸς ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα,</l><l n="30">δῦναι ἐπειγόμενος· δὴ γὰρ μενέαινε νέεσθαι.</l><l n="31">ὡς δʼ ὅτʼ ἀνὴρ δόρποιο λιλαίεται, ᾧ τε πανῆμαρ</l><l n="32">νειὸν ἀνʼ ἕλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον·</l><l n="33">ἀσπασίως δʼ ἄρα τῷ κατέδυ φάος ἠελίοιο</l><l n="34">δόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατʼ ἰόντι·</l><l n="35">ὣς Ὀδυσῆʼ ἀσπαστὸν ἔδυ φάος ἠελίοιο.</l><l n="36">αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα,</l><l n="37">Ἀλκινόῳ δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον·</l><q type="unspecified"><l n="38"><milestone unit="para" ed="P"/>Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,</l><l n="39">πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δʼ αὐτοί·</l><l n="40">ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός,</l><l n="41">πομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ Οὐρανίωνες</l><l n="42">ὄλβια ποιήσειαν· ἀμύμονα δʼ οἴκοι ἄκοιτιν</l><l n="43">νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν.</l><l n="44">ὑμεῖς δʼ αὖθι μένοντες ἐϋφραίνοιτε γυναῖκας</l><l n="45">κουριδίας καὶ τέκνα· θεοὶ δʼ ἀρετὴν ὀπάσειαν</l><l n="46">παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη.</l></q><milestone n="47" unit="card" ed="p"/><l n="47"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον</l><l n="48">πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.</l><l n="49">καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·</l><q type="unspecified"><l n="50">Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον</l><l n="51">πᾶσιν ἀνὰ μέγαρον, ὄφρʼ εὐξάμενοι Διὶ πατρὶ</l><l n="52">τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν.</l></q><l n="53"><milestone unit="para" ed="P"/>ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,</l><l n="54">νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσιν</l><l n="55">ἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,</l><l n="56">αὐτόθεν ἐξ ἑδρέων. ἀνὰ δʼ ἵστατο δῖος Ὀδυσσεύς,</l><l n="57">Ἀρήτῃ δʼ ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον,</l><l n="58">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="59"><milestone unit="para" ed="P"/>χαῖρέ μοι, ὦ βασίλεια, διαμπερές, εἰς ὅ κε
                     γῆρας</l><l n="60">ἔλθῃ καὶ θάνατος, τά τʼ ἐπʼ ἀνθρώποισι πέλονται.</l><l n="61">αὐτὰρ ἐγὼ νέομαι· σὺ δὲ τέρπεο τῷδʼ ἐνὶ οἴκῳ</l><l n="62">παισί τε καὶ λαοῖσι καὶ Ἀλκινόῳ βασιλῆϊ.</l></q><l n="63"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ὑπὲρ οὐδὸν ἐβήσετο δῖος Ὀδυσσεύς,</l><l n="64">τῷ δʼ ἅμα κήρυκα προΐει μένος Ἀλκινόοιο,</l><l n="65">ἡγεῖσθαι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης·</l><l n="66">Ἀρήτη δʼ ἄρα οἱ δμῳὰς ἅμʼ ἔπεμπε γυναῖκας,</l><l n="67">τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα,</l><l n="68">τὴν δʼ ἑτέρην χηλὸν πυκινὴν ἅμʼ ὄπασσε κομίζειν·</l><l n="69">ἡ δʼ ἄλλη σῖτόν τʼ ἔφερεν καὶ οἶνον ἐρυθρόν.</l><l n="70"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,</l><l n="71">αἶψα τά γʼ ἐν νηῒ γλαφυρῇ πομπῆες ἀγαυοὶ</l><l n="72">δεξάμενοι κατέθεντο, πόσιν καὶ βρῶσιν ἅπασαν·</l><l n="73">κὰδ δʼ ἄρʼ Ὀδυσσῆϊ στόρεσαν ῥῆγός τε λίνον τε</l><l n="74">νηὸς ἐπʼ ἰκριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδοι,</l><l n="75">πρυμνῆς· ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο</l><l n="76">σιγῇ· τοὶ δὲ καθῖζον ἐπὶ κληῗσιν ἕκαστοι</l><l n="77">κόσμῳ, πεῖσμα δʼ ἔλυσαν ἀπὸ τρητοῖο λίθοιο.</l><l n="78">εὖθʼ οἱ ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδῷ,</l><l n="79">καὶ τῷ νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε,</l><l n="80">νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς.</l><l n="81">ἡ δʼ, ὥς τʼ ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι,</l><l n="82">πάντες ἅμʼ ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης,</l><l n="83">ὑψόσʼ ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον,</l><l n="84">ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο, κῦμα δʼ ὄπισθε</l><l n="85">πορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης.</l><l n="86">ἡ δὲ μάλʼ ἀσφαλέως θέεν ἔμπεδον· οὐδέ κεν ἴρηξ</l><l n="87">κίρκος ὁμαρτήσειεν, ἐλαφρότατος πετεηνῶν.</l><l n="88">ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κύματʼ ἔταμνεν,</l><l n="89">ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδεʼ ἔχοντα·</l><l n="90">ὃς πρὶν μὲν μάλα πολλὰ πάθʼ ἄλγεα ὃν κατὰ θυμὸν</l><l n="91">ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,</l><l n="92">δὴ τότε γʼ ἀτρέμας εὗδε, λελασμένος ὅσσʼ ἐπεπόνθει.</l><milestone n="93" unit="card" ed="p"/><l n="93"><milestone unit="para" ed="P"/>εὖτʼ ἀστὴρ ὑπερέσχε φαάντατος, ὅς τε μάλιστα</l><l n="94">ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης,</l><l n="95">τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς.</l><l n="96"><milestone unit="para" ed="P"/>Φόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντος,</l><l n="97">ἐν δήμῳ Ἰθάκης· δύο δὲ προβλῆτες ἐν αὐτῷ</l><l n="98">ἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι,</l><l n="99">αἵ τʼ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα</l><l n="100">ἔκτοθεν· ἔντοσθεν δέ τʼ ἄνευ δεσμοῖο μένουσι</l><l n="101">νῆες ἐΰσσελμοι, ὅτʼ ἂν ὅρμου μέτρον ἵκωνται.</l><l n="102">αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη,</l><l n="103">ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,</l><l n="104">ἱρὸν νυμφάων αἱ νηϊάδες καλέονται.</l><l n="105">ἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασιν</l><l n="106">λάϊνοι· ἔνθα δʼ ἔπειτα τιθαιβώσσουσι μέλισσαι.</l><l n="107">ἐν δʼ ἱστοὶ λίθεοι περιμήκεες, ἔνθα τε νύμφαι</l><l n="108">φάρεʼ ὑφαίνουσιν ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι·</l><l n="109">ἐν δʼ ὕδατʼ ἀενάοντα. δύω δέ τέ οἱ θύραι εἰσίν,</l><l n="110">αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν,</l><l n="111">αἱ δʼ αὖ πρὸς Νότου εἰσὶ θεώτεραι· οὐδέ τι κείνῃ</l><l n="112">ἄνδρες ἐσέρχονται, ἀλλʼ ἀθανάτων ὁδός ἐστιν.</l><l n="113"><milestone unit="para" ed="P"/>ἔνθʼ οἵ γʼ εἰσέλασαν, πρὶν εἰδότες· ἡ μὲν
                  ἔπειτα</l><l n="114">ἠπείρῳ ἐπέκελσεν, ὅσον τʼ ἐπὶ ἥμισυ πάσης,</l><l n="115">σπερχομένη· τοῖον γὰρ ἐπείγετο χέρσʼ ἐρετάων·</l><l n="116">οἱ δʼ ἐκ νηὸς βάντες ἐϋζύγου ἤπειρόνδε</l><l n="117">πρῶτον Ὀδυσσῆα γλαφυρῆς ἐκ νηὸς ἄειραν</l><l n="118">αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι,</l><l n="119">κὰδ δʼ ἄρʼ ἐπὶ ψαμάθῳ ἔθεσαν δεδμημένον ὕπνῳ,</l><l n="120">ἐκ δὲ κτήματʼ ἄειραν, ἅ οἱ Φαίηκες ἀγαυοὶ</l><l n="121">ὤπασαν οἴκαδʼ ἰόντι διὰ μεγάθυμον Ἀθήνην.</l><l n="122">καὶ τὰ μὲν οὖν παρὰ πυθμένʼ ἐλαίης ἀθρόα θῆκαν</l><l n="123">ἐκτὸς ὁδοῦ, μή πώς τις ὁδιτάων ἀνθρώπων,</l><l n="124">πρίν γʼ Ὀδυσῆʼ ἔγρεσθαι, ἐπελθὼν δηλήσαιτο·</l><l n="125">αὐτοὶ δʼ αὖτʼ οἶκόνδε πάλιν κίον. οὐδʼ ἐνοσίχθων</l><l n="126">λήθετʼ ἀπειλάων, τὰς ἀντιθέῳ Ὀδυσῆϊ</l><l n="127">πρῶτον ἐπηπείλησε, Διὸς δʼ ἐξείρετο βουλήν·</l><q type="unspecified"><l n="128"><milestone unit="para" ed="P"/>Ζεῦ πάτερ, οὐκέτʼ ἐγώ γε μετʼ ἀθανάτοισι
                     θεοῖσι</l><l n="129">τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσιν,</l><l n="130">Φαίηκες, τοί πέρ τοι ἐμῆς ἔξ εἰσι γενέθλης.</l><l n="131">καὶ γὰρ νῦν Ὀδυσῆʼ ἐφάμην κακὰ πολλὰ παθόντα</l><l n="132">οἴκαδʼ ἐλεύσεσθαι· νόστον δέ οἱ οὔ ποτʼ ἀπηύρων</l><l n="133">πάγχυ, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας.</l><l n="134">οἱ δʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες</l><l n="135">κάτθεσαν εἰν Ἰθάκῃ, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα,</l><l n="136">χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν,</l><l n="137">πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς,</l><l n="138">εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληΐδος αἶσαν.</l></q><milestone n="139" unit="card" ed="p"/><l n="139"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεὺς·</l><q type="unspecified"><l n="140">ὢ πόποι, ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες.</l><l n="141">οὔ τί σʼ ἀτιμάζουσι θεοί· χαλεπὸν δέ κεν εἴη</l><l n="142">πρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν.</l><l n="143">ἀνδρῶν δʼ εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων</l><l n="144">οὔ τι τίει. σοὶ δʼ ἐστὶ καὶ ἐξοπίσω τίσις αἰεί.</l><l n="145">ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ.</l></q><l n="146"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·</l><q type="unspecified"><l n="147">αἶψά κʼ ἐγὼν ἔρξαιμι, κελαινεφές, ὡς ἀγορεύεις·</l><l n="148">ἀλλὰ σὸν αἰεὶ θυμὸν ὀπίζομαι ἠδʼ ἀλεείνω.</l><l n="149">νῦν αὖ Φαιήκων ἐθέλω περικαλλέα νῆα,</l><l n="150">ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ</l><l n="151">ῥαῖσαι, ἵνʼ ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς</l><l n="152">ἀνθρώπων, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.</l></q><l n="153"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q type="unspecified"><l n="154">ὢ πέπον, ὡς μὲν ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα,</l><l n="155">ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προΐδωνται</l><l n="156">λαοὶ ἀπὸ πτόλιος, θεῖναι λίθον ἐγγύθι γαίης</l><l n="157">νηῒ θοῇ ἴκελον, ἵνα θαυμάζωσιν ἅπαντες</l><l n="158">ἄνθρωποι, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.</l></q><l n="159"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων,</l><l n="160">βῆ ῥʼ ἴμεν ἐς Σχερίην, ὅθι Φαίηκες γεγάασιν.</l><l n="161">ἔνθʼ ἔμενʼ· ἡ δὲ μάλα σχεδὸν ἤλυθε ποντοπόρος νηῦς</l><l n="162">ῥίμφα διωκομένη· τῆς δὲ σχεδὸν ἦλθʼ ἐνοσίχθων,</l><l n="163">ὅς μιν λᾶαν ἔθηκε καὶ ἐρρίζωσεν ἔνερθε</l><l n="164">χειρὶ καταπρηνεῖ ἐλάσας· ὁ δὲ νόσφι βεβήκει.</l><l n="165">οἱ δὲ πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον</l><l n="166">Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.</l><l n="167">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q type="unspecified"><l n="168"><milestone unit="para" ed="P"/>ὤ μοι, τίς δὴ νῆα θοὴν ἐπέδησʼ ἐνὶ πόντῳ</l><l n="169">οἴκαδʼ ἐλαυνομένην; καὶ δὴ προὐφαίνετο πᾶσα.</l></q><l n="170"><milestone unit="para" ed="P"/>ὣς ἄρα τις εἴπεσκε· τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.</l><l n="171">τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπεν·</l><q type="unspecified"><l n="172"><milestone unit="para" ed="P"/>ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ
                     ἱκάνει</l><l n="173">πατρὸς ἐμοῦ, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι</l><l n="174">ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.</l><l n="175">φῆ ποτὲ Φαιήκων ἀνδρῶν περικαλλέα, νῆα,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>