<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.421-12.442</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.421-12.442</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="12" type="textpart" subtype="book"><q type="unspecified"><l n="421">λῦσε κλύδων τρόπιος, τὴν δὲ ψιλὴν φέρε κῦμα,</l><l n="422">ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν. αὐτὰρ ἐπʼ αὐτῷ</l><l n="423">ἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς·</l><l n="424">τῷ ῥʼ ἄμφω συνέεργον, ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν,</l><l n="425">ἑζόμενος δʼ ἐπὶ τοῖς φερόμην ὀλοοῖς ἀνέμοισιν.</l><milestone n="426" unit="card" ed="p"/><l n="426"><milestone unit="para" ed="P"/>ἔνθʼ ἦ τοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι
                     θύων,</l><l n="427">ἦλθε δʼ ἐπὶ Νότος ὦκα, φέρων ἐμῷ ἄλγεα θυμῷ,</l><l n="428">ὄφρʼ ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν.</l><l n="429">παννύχιος φερόμην, ἅμα δʼ ἠελίῳ ἀνιόντι</l><l n="430">ἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν.</l><l n="431">ἡ μὲν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ·</l><l n="432">αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσʼ ἀερθείς,</l><l n="433">τῷ προσφὺς ἐχόμην ὡς νυκτερίς. οὐδέ πῃ εἶχον</l><l n="434">οὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτʼ ἐπιβῆναι·</l><l n="435">ῥίζαι γὰρ ἑκὰς εἶχον, ἀπήωροι δʼ ἔσαν ὄζοι,</l><l n="436">μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν.</l><l n="437">νωλεμέως δʼ ἐχόμην, ὄφρʼ ἐξεμέσειεν ὀπίσσω</l><l n="438">ἱστὸν καὶ τρόπιν αὖτις· ἐελδομένῳ δέ μοι ἦλθον</l><l n="439">ὄψʼ· ἦμος δʼ ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη</l><l n="440">κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν,</l><l n="441">τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεφαάνθη.</l><l n="442">ἧκα δʼ ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>