<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.399-12.420</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.399-12.420</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="12" type="textpart" subtype="book"><q type="unspecified"><l n="399">ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,</l><l n="400">καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων,</l><l n="401">ἡμεῖς δʼ αἶψʼ ἀναβάντες ἐνήκαμεν εὐρέι πόντῳ,</l><l n="402">ἱστὸν στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες.</l><l n="403"><milestone unit="para" ed="P"/>ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, οὐδέ τις
                     ἄλλη</l><l n="404">φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα,</l><l n="405">δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων</l><l n="406">νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.</l><l n="407">ἡ δʼ ἔθει οὐ μάλα πολλὸν ἐπὶ χρόνον· αἶψα γὰρ ἦλθε</l><l n="408">κεκληγὼς Ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων,</l><l n="409">ἱστοῦ δὲ προτόνους ἔρρηξʼ ἀνέμοιο θύελλα</l><l n="410">ἀμφοτέρους· ἱστὸς δʼ ὀπίσω πέσεν, ὅπλα τε πάντα</l><l n="411">εἰς ἄντλον κατέχυνθʼ. ὁ δʼ ἄρα πρυμνῇ ἐνὶ νηὶ</l><l n="412">πλῆξε κυβερνήτεω κεφαλήν, σὺν δʼ ὀστέʼ ἄραξε</l><l n="413">πάντʼ ἄμυδις κεφαλῆς· ὁ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς</l><l n="414">κάππεσʼ ἀπʼ ἰκριόφιν, λίπε δʼ ὀστέα θυμὸς ἀγήνωρ.</l><l n="415">Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηὶ κεραυνόν·</l><l n="416">ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,</l><l n="417">ἐν δὲ θεείου πλῆτο, πέσον δʼ ἐκ νηὸς ἑταῖροι.</l><l n="418">οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν</l><l n="419">κύμασιν ἐμφορέοντο, θεὸς δʼ ἀποαίνυτο νόστον.</l><l n="420">αὐτὰρ ἐγὼ διὰ νηὸς ἐφοίτων, ὄφρʼ ἀπὸ τοίχους</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>