<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.38-12.55</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.38-12.55</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="12" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="38">ὥς τοι ἐγὼν ἐρέω, μνήσει δέ σε καὶ θεὸς αὐτός.</l><l n="39">Σειρῆνας μὲν πρῶτον ἀφίξεαι, αἵ ῥά τε πάντας</l><l n="40">ἀνθρώπους θέλγουσιν, ὅτις σφεας εἰσαφίκηται.</l><l n="41">ὅς τις ἀιδρείῃ πελάσῃ καὶ φθόγγον ἀκούσῃ</l><l n="42">Σειρήνων, τῷ δʼ οὔ τι γυνὴ καὶ νήπια τέκνα</l><l n="43">οἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται,</l><l n="44">ἀλλά τε Σειρῆνες λιγυρῇ θέλγουσιν ἀοιδῇ</l><l n="45">ἥμεναι ἐν λειμῶνι, πολὺς δʼ ἀμφʼ ὀστεόφιν θὶς</l><l n="46">ἀνδρῶν πυθομένων, περὶ δὲ ῥινοὶ μινύθουσι.</l><l n="47">ἀλλὰ παρεξελάαν, ἐπὶ δʼ οὔατʼ ἀλεῖψαι ἑταίρων</l><l n="48">κηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούσῃ</l><l n="49">τῶν ἄλλων· ἀτὰρ αὐτὸς ἀκουέμεν αἴ κʼ ἐθέλῃσθα,</l><l n="50">δησάντων σʼ ἐν νηὶ θοῇ χεῖράς τε πόδας τε</l><l n="51">ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω,</l><l n="52">ὄφρα κε τερπόμενος ὄπʼ ἀκούσῃς Σειρήνοιιν.</l><l n="53">εἰ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς,</l><l n="54">οἱ δέ σʼ ἔτι πλεόνεσσι τότʼ ἐν δεσμοῖσι διδέντων.</l><l n="55">αὐτὰρ ἐπὴν δὴ τάς γε παρὲξ ἐλάσωσιν ἑταῖροι,</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>