<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.372-12.399</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.372-12.399</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="12" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="372">ἦ με μάλʼ εἰς ἄτην κοιμήσατε νηλέι ὕπνῳ.</l><l n="373">οἱ δʼ ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες.</l></q><l n="374"><milestone unit="para" ed="P"/>ὠκέα δʼ Ἠελίῳ Ὑπερίονι ἄγγελος ἦλθε</l><l n="375">Λαμπετίη τανύπεπλος, ὅ οἱ βόας ἔκταμεν ἡμεῖς.</l><l n="376">αὐτίκα δʼ ἀθανάτοισι μετηύδα χωόμενος κῆρ·</l><q type="unspecified"><l n="377"><milestone unit="para" ed="P"/>Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν
                        ἐόντες,</l><l n="378">τῖσαι δὴ ἑτάρους Λαερτιάδεω Ὀδυσῆος,</l><l n="379">οἵ μευ βοῦς ἔκτειναν ὑπέρβιον, ᾗσιν ἐγώ γε</l><l n="380">χαίρεσκον μὲν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα,</l><l n="381">ἠδʼ ὁπότʼ ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτραποίμην.</l><l n="382">εἰ δέ μοι οὐ τίσουσι βοῶν ἐπιεικέʼ ἀμοιβήν,</l><l n="383">δύσομαι εἰς Ἀίδαο καὶ ἐν νεκύεσσι φαείνω.</l></q><l n="384"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα
                     Ζεύς·</l><q type="unspecified"><l n="385">Ἠέλιʼ, ἦ τοι μὲν σὺ μετʼ ἀθανάτοισι φάεινε</l><l n="386">καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·</l><l n="387">τῶν δέ κʼ ἐγὼ τάχα νῆα θοὴν ἀργῆτι κεραυνῷ</l><l n="388">τυτθὰ βαλὼν κεάσαιμι μέσῳ ἐνὶ οἴνοπι πόντῳ.</l></q><l n="389"><milestone unit="para" ed="P"/>ταῦτα δʼ ἐγὼν ἤκουσα Καλυψοῦς ἠυκόμοιο·</l><l n="390">ἡ δʼ ἔφη Ἑρμείαο διακτόρου αὐτὴ ἀκοῦσαι.</l><l n="391"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ
                     θάλασσαν,</l><l n="392">νείκεον ἄλλοθεν ἄλλον ἐπισταδόν, οὐδέ τι μῆχος</l><l n="393">εὑρέμεναι δυνάμεσθα, βόες δʼ ἀποτέθνασαν ἤδη.</l><l n="394">τοῖσιν δʼ αὐτίκʼ ἔπειτα θεοὶ τέραα προύφαινον·</l><l n="395">εἷρπον μὲν ῥινοί, κρέα δʼ ἀμφʼ ὀβελοῖσι μεμύκει,</l><l n="396">ὀπταλέα τε καὶ ὠμά, βοῶν δʼ ὣς γίγνετο φωνή.</l><milestone n="397" unit="card" ed="p"/><l n="397"><milestone unit="para" ed="P"/>ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι</l><l n="398">δαίνυντʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας·</l><l n="399">ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>