<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.355-12.376</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.355-12.376</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="12" type="textpart" subtype="book"><q type="unspecified"><l n="355">βοσκέσκονθʼ ἕλικες καλαὶ βόες εὐρυμέτωποι·</l><l n="356">τὰς δὲ περίστησάν τε καὶ εὐχετόωντο θεοῖσιν,</l><l n="357">φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο·</l><l n="358">οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐυσσέλμου ἐπὶ νηός.</l><l n="359">αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν,</l><l n="360">μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν</l><l n="361">δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.</l><l n="362">οὐδʼ εἶχον μέθυ λεῖψαι ἐπʼ αἰθομένοις ἱεροῖσιν,</l><l n="363">ἀλλʼ ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα.</l><milestone n="364" unit="card" ed="p"/><l n="364">αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο,</l><l n="365">μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν.</l><l n="366">καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος,</l><l n="367">βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.</l><l n="368">ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,</l><l n="369">καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀυτμή.</l><l n="370">οἰμώξας δὲ θεοῖσι μέγʼ ἀθανάτοισι γεγώνευν·</l><q type="unspecified"><l n="371"><milestone unit="para" ed="P"/>Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν
                        ἐόντες,</l><l n="372">ἦ με μάλʼ εἰς ἄτην κοιμήσατε νηλέι ὕπνῳ.</l><l n="373">οἱ δʼ ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες.</l></q><l n="374"><milestone unit="para" ed="P"/>ὠκέα δʼ Ἠελίῳ Ὑπερίονι ἄγγελος ἦλθε</l><l n="375">Λαμπετίη τανύπεπλος, ὅ οἱ βόας ἔκταμεν ἡμεῖς.</l><l n="376">αὐτίκα δʼ ἀθανάτοισι μετηύδα χωόμενος κῆρ·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>