<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.347-13.25</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.347-13.25</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="12" type="textpart" subtype="book"><q type="unspecified"><l n="347">τεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά.</l><l n="348">εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων</l><l n="349">νῆʼ ἐθέλῃ ὀλέσαι, ἐπὶ δʼ ἕσπωνται θεοὶ ἄλλοι,</l><l n="350">βούλομʼ ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι,</l><l n="351">ἢ δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ.</l></q><q type="unspecified"><l n="352"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι
                     ἑταῖροι.</l><l n="353">αὐτίκα δʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας</l><l n="354">ἐγγύθεν, οὐ γὰρ τῆλε νεὸς κυανοπρῴροιο</l><l n="355">βοσκέσκονθʼ ἕλικες καλαὶ βόες εὐρυμέτωποι·</l><l n="356">τὰς δὲ περίστησάν τε καὶ εὐχετόωντο θεοῖσιν,</l><l n="357">φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο·</l><l n="358">οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐυσσέλμου ἐπὶ νηός.</l><l n="359">αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν,</l><l n="360">μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν</l><l n="361">δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.</l><l n="362">οὐδʼ εἶχον μέθυ λεῖψαι ἐπʼ αἰθομένοις ἱεροῖσιν,</l><l n="363">ἀλλʼ ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα.</l><milestone n="364" unit="card" ed="p"/><l n="364">αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο,</l><l n="365">μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν.</l><l n="366">καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος,</l><l n="367">βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.</l><l n="368">ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,</l><l n="369">καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀυτμή.</l><l n="370">οἰμώξας δὲ θεοῖσι μέγʼ ἀθανάτοισι γεγώνευν·</l><q type="unspecified"><l n="371"><milestone unit="para" ed="P"/>Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν
                        ἐόντες,</l><l n="372">ἦ με μάλʼ εἰς ἄτην κοιμήσατε νηλέι ὕπνῳ.</l><l n="373">οἱ δʼ ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες.</l></q><l n="374"><milestone unit="para" ed="P"/>ὠκέα δʼ Ἠελίῳ Ὑπερίονι ἄγγελος ἦλθε</l><l n="375">Λαμπετίη τανύπεπλος, ὅ οἱ βόας ἔκταμεν ἡμεῖς.</l><l n="376">αὐτίκα δʼ ἀθανάτοισι μετηύδα χωόμενος κῆρ·</l><q type="unspecified"><l n="377"><milestone unit="para" ed="P"/>Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν
                        ἐόντες,</l><l n="378">τῖσαι δὴ ἑτάρους Λαερτιάδεω Ὀδυσῆος,</l><l n="379">οἵ μευ βοῦς ἔκτειναν ὑπέρβιον, ᾗσιν ἐγώ γε</l><l n="380">χαίρεσκον μὲν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα,</l><l n="381">ἠδʼ ὁπότʼ ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτραποίμην.</l><l n="382">εἰ δέ μοι οὐ τίσουσι βοῶν ἐπιεικέʼ ἀμοιβήν,</l><l n="383">δύσομαι εἰς Ἀίδαο καὶ ἐν νεκύεσσι φαείνω.</l></q><l n="384"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα
                     Ζεύς·</l><q type="unspecified"><l n="385">Ἠέλιʼ, ἦ τοι μὲν σὺ μετʼ ἀθανάτοισι φάεινε</l><l n="386">καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·</l><l n="387">τῶν δέ κʼ ἐγὼ τάχα νῆα θοὴν ἀργῆτι κεραυνῷ</l><l n="388">τυτθὰ βαλὼν κεάσαιμι μέσῳ ἐνὶ οἴνοπι πόντῳ.</l></q><l n="389"><milestone unit="para" ed="P"/>ταῦτα δʼ ἐγὼν ἤκουσα Καλυψοῦς ἠυκόμοιο·</l><l n="390">ἡ δʼ ἔφη Ἑρμείαο διακτόρου αὐτὴ ἀκοῦσαι.</l><l n="391"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ
                     θάλασσαν,</l><l n="392">νείκεον ἄλλοθεν ἄλλον ἐπισταδόν, οὐδέ τι μῆχος</l><l n="393">εὑρέμεναι δυνάμεσθα, βόες δʼ ἀποτέθνασαν ἤδη.</l><l n="394">τοῖσιν δʼ αὐτίκʼ ἔπειτα θεοὶ τέραα προύφαινον·</l><l n="395">εἷρπον μὲν ῥινοί, κρέα δʼ ἀμφʼ ὀβελοῖσι μεμύκει,</l><l n="396">ὀπταλέα τε καὶ ὠμά, βοῶν δʼ ὣς γίγνετο φωνή.</l><milestone n="397" unit="card" ed="p"/><l n="397"><milestone unit="para" ed="P"/>ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι</l><l n="398">δαίνυντʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας·</l><l n="399">ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,</l><l n="400">καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων,</l><l n="401">ἡμεῖς δʼ αἶψʼ ἀναβάντες ἐνήκαμεν εὐρέι πόντῳ,</l><l n="402">ἱστὸν στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες.</l><l n="403"><milestone unit="para" ed="P"/>ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, οὐδέ τις
                     ἄλλη</l><l n="404">φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα,</l><l n="405">δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων</l><l n="406">νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.</l><l n="407">ἡ δʼ ἔθει οὐ μάλα πολλὸν ἐπὶ χρόνον· αἶψα γὰρ ἦλθε</l><l n="408">κεκληγὼς Ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων,</l><l n="409">ἱστοῦ δὲ προτόνους ἔρρηξʼ ἀνέμοιο θύελλα</l><l n="410">ἀμφοτέρους· ἱστὸς δʼ ὀπίσω πέσεν, ὅπλα τε πάντα</l><l n="411">εἰς ἄντλον κατέχυνθʼ. ὁ δʼ ἄρα πρυμνῇ ἐνὶ νηὶ</l><l n="412">πλῆξε κυβερνήτεω κεφαλήν, σὺν δʼ ὀστέʼ ἄραξε</l><l n="413">πάντʼ ἄμυδις κεφαλῆς· ὁ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς</l><l n="414">κάππεσʼ ἀπʼ ἰκριόφιν, λίπε δʼ ὀστέα θυμὸς ἀγήνωρ.</l><l n="415">Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηὶ κεραυνόν·</l><l n="416">ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,</l><l n="417">ἐν δὲ θεείου πλῆτο, πέσον δʼ ἐκ νηὸς ἑταῖροι.</l><l n="418">οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν</l><l n="419">κύμασιν ἐμφορέοντο, θεὸς δʼ ἀποαίνυτο νόστον.</l><l n="420">αὐτὰρ ἐγὼ διὰ νηὸς ἐφοίτων, ὄφρʼ ἀπὸ τοίχους</l><l n="421">λῦσε κλύδων τρόπιος, τὴν δὲ ψιλὴν φέρε κῦμα,</l><l n="422">ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν. αὐτὰρ ἐπʼ αὐτῷ</l><l n="423">ἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς·</l><l n="424">τῷ ῥʼ ἄμφω συνέεργον, ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν,</l><l n="425">ἑζόμενος δʼ ἐπὶ τοῖς φερόμην ὀλοοῖς ἀνέμοισιν.</l><milestone n="426" unit="card" ed="p"/><l n="426"><milestone unit="para" ed="P"/>ἔνθʼ ἦ τοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι
                     θύων,</l><l n="427">ἦλθε δʼ ἐπὶ Νότος ὦκα, φέρων ἐμῷ ἄλγεα θυμῷ,</l><l n="428">ὄφρʼ ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν.</l><l n="429">παννύχιος φερόμην, ἅμα δʼ ἠελίῳ ἀνιόντι</l><l n="430">ἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν.</l><l n="431">ἡ μὲν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ·</l><l n="432">αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσʼ ἀερθείς,</l><l n="433">τῷ προσφὺς ἐχόμην ὡς νυκτερίς. οὐδέ πῃ εἶχον</l><l n="434">οὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτʼ ἐπιβῆναι·</l><l n="435">ῥίζαι γὰρ ἑκὰς εἶχον, ἀπήωροι δʼ ἔσαν ὄζοι,</l><l n="436">μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν.</l><l n="437">νωλεμέως δʼ ἐχόμην, ὄφρʼ ἐξεμέσειεν ὀπίσσω</l><l n="438">ἱστὸν καὶ τρόπιν αὖτις· ἐελδομένῳ δέ μοι ἦλθον</l><l n="439">ὄψʼ· ἦμος δʼ ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη</l><l n="440">κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν,</l><l n="441">τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεφαάνθη.</l><l n="442">ἧκα δʼ ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι,</l><l n="443">μέσσῳ δʼ ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα,</l><l n="444">ἑζόμενος δʼ ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσι.</l><l n="445">Σκύλλην δʼ οὐκέτʼ ἔασε πατὴρ ἀνδρῶν τε θεῶν τε</l><l n="446">εἰσιδέειν· οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον.</l><l n="447"><milestone unit="para" ed="P"/>ἔνθεν δʼ ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ</l><l n="448">νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ</l><l n="449">ναίει ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,</l><l n="450">ἥ μʼ ἐφίλει τʼ ἐκόμει τε. τί τοι τάδε μυθολογεύω;</l><l n="451">ἤδη γάρ τοι χθιζὸς ἐμυθεόμην ἐνὶ οἴκῳ</l><l n="452">σοί τε καὶ ἰφθίμῃ ἀλόχῳ· ἐχθρὸν δέ μοί ἐστιν</l><l n="453">αὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν.</l></q></div><div n="13" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,</l><l n="2">κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.</l><l n="3">τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="4"><milestone unit="para" ed="P"/>ὦ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ,</l><l n="5">ὑψερεφές, τῷ σʼ οὔ τι παλιμπλαγχθέντα γʼ ὀΐω</l><l n="6">ἂψ ἀπονοστήσειν, εἰ καὶ μάλα πολλὰ πέπονθας.</l><l n="7">ὑμέων δʼ ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω,</l><l n="8">ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνον</l><l n="9">αἰεὶ πίνετʼ ἐμοῖσιν, ἀκουάζεσθε δʼ ἀοιδοῦ.</l><l n="10">εἵματα μὲν δὴ ξείνῳ ἐϋξέστῃ ἐνὶ χηλῷ</l><l n="11">κεῖται καὶ χρυσὸς πολυδαίδαλος ἄλλα τε πάντα</l><l n="12">δῶρʼ, ὅσα Φαιήκων βουληφόροι ἐνθάδʼ ἔνεικαν·</l><l n="13">ἀλλʼ ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠδὲ λέβητα</l><l n="14">ἀνδρακάς· ἡμεῖς δʼ αὖτε ἀγειρόμενοι κατὰ δῆμον</l><l n="15">τισόμεθʼ· ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι.</l></q><l n="16"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀλκίνοος, τοῖσιν δʼ ἐπιὴνδανε μῦθος.</l><l n="17">οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,</l><l n="18">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="19">νῆάδʼ ἐπεσσεύοντο, φέρον δʼ εὐήνορα χαλκόν.</l><l n="20">καὶ τὰ μὲν εὖ κατέθηχʼ ἱερὸν μένος Ἀλκινόοιο,</l><l n="21">αὐτὸς ἰὼν διὰ νηὸς ὑπὸ ζυγά, μή τινʼ ἑταίρων</l><l n="22">βλάπτοι ἐλαυνόντων, ὁπότε σπερχοίατʼ ἐρετμοῖς.</l><l n="23">οἱ δʼ εἰς Ἀλκινόοιο κίον καὶ δαῖτʼ ἀλέγυνον.</l><l n="24"><milestone unit="para" ed="P"/>τοῖσι δὲ βοῦν ἱέρευσʼ ἱερὸν μένος Ἀλκινόοιο</l><l n="25">Ζηνὶ κελαινεφέϊ Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>