<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.332-12.349</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.332-12.349</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="12" type="textpart" subtype="book"><l n="332">γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός·</l><l n="333">δὴ τότʼ ἐγὼν ἀνὰ νῆσον ἀπέστιχον, ὄφρα θεοῖσιν</l><l n="334">εὐξαίμην, εἴ τίς μοι ὁδὸν φήνειε νέεσθαι.</l><l n="335">ἀλλʼ ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους,</l><l n="336">χεῖρας νιψάμενος, ὅθʼ ἐπὶ σκέπας ἦν ἀνέμοιο,</l><l n="337">ἠρώμην πάντεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν·</l><l n="338">οἱ δʼ ἄρα μοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν.</l><l n="339">Εὐρύλοχος δʼ ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς·</l><q type="unspecified"><l n="340"><milestone unit="para" ed="P"/>κέκλυτέ μευ μύθων κακά περ πάσχοντες
                     ἑταῖροι.</l><l n="341">πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι,</l><l n="342">λιμῷ δʼ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν.</l><l n="343">ἀλλʼ ἄγετʼ, Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας</l><l n="344">ῥέξομεν ἀθανάτοισι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.</l><l n="345">εἰ δέ κεν εἰς Ἰθάκην ἀφικοίμεθα, πατρίδα γαῖαν,</l><l n="346">αἶψά κεν Ἠελίῳ Ὑπερίονι πίονα νηὸν</l><l n="347">τεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά.</l><l n="348">εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων</l><l n="349">νῆʼ ἐθέλῃ ὀλέσαι, ἐπὶ δʼ ἕσπωνται θεοὶ ἄλλοι,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>