<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.311-12.332</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.311-12.332</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="12" type="textpart" subtype="book"><l n="311">κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος.</l><l n="312">ἦμος δὲ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει,</l><l n="313">ὦρσεν ἔπι ζαῆν ἄνεμον νεφεληγερέτα Ζεὺς</l><l n="314">λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε</l><l n="315">γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.</l><l n="316">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="317">νῆα μὲν ὡρμίσαμεν κοῖλον σπέος εἰσερύσαντες.</l><l n="318">ἔνθα δʼ ἔσαν νυμφέων καλοὶ χοροὶ ἠδὲ θόωκοι·</l><l n="319">καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ μῦθον ἔειπον·</l><q type="unspecified"><l n="320"><milestone unit="para" ed="P"/>ὦ φίλοι, ἐν γὰρ νηὶ θοῇ βρῶσίς τε πόσις τε</l><l n="321">ἔστιν, τῶν δὲ βοῶν ἀπεχώμεθα, μή τι πάθωμεν·</l><l n="322">δεινοῦ γὰρ θεοῦ αἵδε βόες καὶ ἴφια μῆλα,</l><l n="323">Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.</l></q><l n="324"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.</l><l n="325">μῆνα δὲ πάντʼ ἄλληκτος ἄη Νότος, οὐδέ τις ἄλλος</l><l n="326">γίγνετʼ ἔπειτʼ ἀνέμων εἰ μὴ Εὖρός τε Νότος τε.</l><milestone n="327" unit="card" ed="p"/><l n="327"><milestone unit="para" ed="P"/>οἱ δʼ ἧος μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρόν,</l><l n="328">τόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο.</l><l n="329">ἀλλʼ ὅτε δὴ νηὸς ἐξέφθιτο ἤια πάντα,</l><l n="330">καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκῃ,</l><l n="331">ἰχθῦς ὄρνιθάς τε, φίλας ὅ τι χεῖρας ἵκοιτο,</l><l n="332">γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>