<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.31-12.67</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.31-12.67</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="12" type="textpart" subtype="book"><q type="unspecified"><l n="31">ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,</l><l n="32">οἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηός,</l><l n="33">ἡ δʼ ἐμὲ χειρὸς ἑλοῦσα φίλων ἀπονόσφιν ἑταίρων</l><l n="34">εἷσέ τε καὶ προσέλεκτο καὶ ἐξερέεινεν ἕκαστα·</l><l n="35">αὐτὰρ ἐγὼ τῇ πάντα κατὰ μοῖραν κατέλεξα.</l><milestone n="36" unit="card" ed="p"/><l n="36">καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα πότνια Κίρκη·</l><q type="unspecified"><l n="37"><milestone unit="para" ed="P"/>ταῦτα μὲν οὕτω πάντα πεπείρανται, σὺ δʼ
                        ἄκουσον,</l><l n="38">ὥς τοι ἐγὼν ἐρέω, μνήσει δέ σε καὶ θεὸς αὐτός.</l><l n="39">Σειρῆνας μὲν πρῶτον ἀφίξεαι, αἵ ῥά τε πάντας</l><l n="40">ἀνθρώπους θέλγουσιν, ὅτις σφεας εἰσαφίκηται.</l><l n="41">ὅς τις ἀιδρείῃ πελάσῃ καὶ φθόγγον ἀκούσῃ</l><l n="42">Σειρήνων, τῷ δʼ οὔ τι γυνὴ καὶ νήπια τέκνα</l><l n="43">οἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται,</l><l n="44">ἀλλά τε Σειρῆνες λιγυρῇ θέλγουσιν ἀοιδῇ</l><l n="45">ἥμεναι ἐν λειμῶνι, πολὺς δʼ ἀμφʼ ὀστεόφιν θὶς</l><l n="46">ἀνδρῶν πυθομένων, περὶ δὲ ῥινοὶ μινύθουσι.</l><l n="47">ἀλλὰ παρεξελάαν, ἐπὶ δʼ οὔατʼ ἀλεῖψαι ἑταίρων</l><l n="48">κηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούσῃ</l><l n="49">τῶν ἄλλων· ἀτὰρ αὐτὸς ἀκουέμεν αἴ κʼ ἐθέλῃσθα,</l><l n="50">δησάντων σʼ ἐν νηὶ θοῇ χεῖράς τε πόδας τε</l><l n="51">ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω,</l><l n="52">ὄφρα κε τερπόμενος ὄπʼ ἀκούσῃς Σειρήνοιιν.</l><l n="53">εἰ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς,</l><l n="54">οἱ δέ σʼ ἔτι πλεόνεσσι τότʼ ἐν δεσμοῖσι διδέντων.</l><l n="55">αὐτὰρ ἐπὴν δὴ τάς γε παρὲξ ἐλάσωσιν ἑταῖροι,</l><l n="56">ἔνθα τοι οὐκέτʼ ἔπειτα διηνεκέως ἀγορεύσω,</l><l n="57">ὁπποτέρη δή τοι ὁδὸς ἔσσεται, ἀλλὰ καὶ αὐτὸς</l><l n="58">θυμῷ βουλεύειν· ἐρέω δέ τοι ἀμφοτέρωθεν.</l><l n="59">ἔνθεν μὲν γὰρ πέτραι ἐπηρεφέες, προτὶ δʼ αὐτὰς</l><l n="60">κῦμα μέγα ῥοχθεῖ κυανώπιδος Ἀμφιτρίτης·</l><l n="61">Πλαγκτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσι.</l><l n="62">τῇ μέν τʼ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι</l><l n="63">τρήρωνες, ταί τʼ ἀμβροσίην Διὶ πατρὶ φέρουσιν,</l><l n="64">ἀλλά τε καὶ τῶν αἰὲν ἀφαιρεῖται λὶς πέτρη·</l><l n="65">ἀλλʼ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι.</l><l n="66">τῇ δʼ οὔ πώ τις νηῦς φύγεν ἀνδρῶν, ἥ τις ἵκηται,</l><l n="67">ἀλλά θʼ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>