<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.305-12.419</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.305-12.419</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="12" type="textpart" subtype="book"><l n="305">στήσαμεν ἐν λιμένι γλαφυρῷ ἐυεργέα νῆα</l><l n="306">ἄγχʼ ὕδατος γλυκεροῖο, καὶ ἐξαπέβησαν ἑταῖροι</l><l n="307">νηός, ἔπειτα δὲ δόρπον ἐπισταμένως τετύκοντο.</l><l n="308">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="309">μνησάμενοι δὴ ἔπειτα φίλους ἔκλαιον ἑταίρους,</l><l n="310">οὓς ἔφαγε Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑλοῦσα·</l><l n="311">κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος.</l><l n="312">ἦμος δὲ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει,</l><l n="313">ὦρσεν ἔπι ζαῆν ἄνεμον νεφεληγερέτα Ζεὺς</l><l n="314">λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε</l><l n="315">γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.</l><l n="316">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="317">νῆα μὲν ὡρμίσαμεν κοῖλον σπέος εἰσερύσαντες.</l><l n="318">ἔνθα δʼ ἔσαν νυμφέων καλοὶ χοροὶ ἠδὲ θόωκοι·</l><l n="319">καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ μῦθον ἔειπον·</l><q type="unspecified"><l n="320"><milestone unit="para" ed="P"/>ὦ φίλοι, ἐν γὰρ νηὶ θοῇ βρῶσίς τε πόσις τε</l><l n="321">ἔστιν, τῶν δὲ βοῶν ἀπεχώμεθα, μή τι πάθωμεν·</l><l n="322">δεινοῦ γὰρ θεοῦ αἵδε βόες καὶ ἴφια μῆλα,</l><l n="323">Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.</l></q><l n="324"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.</l><l n="325">μῆνα δὲ πάντʼ ἄλληκτος ἄη Νότος, οὐδέ τις ἄλλος</l><l n="326">γίγνετʼ ἔπειτʼ ἀνέμων εἰ μὴ Εὖρός τε Νότος τε.</l><milestone n="327" unit="card" ed="p"/><l n="327"><milestone unit="para" ed="P"/>οἱ δʼ ἧος μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρόν,</l><l n="328">τόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο.</l><l n="329">ἀλλʼ ὅτε δὴ νηὸς ἐξέφθιτο ἤια πάντα,</l><l n="330">καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκῃ,</l><l n="331">ἰχθῦς ὄρνιθάς τε, φίλας ὅ τι χεῖρας ἵκοιτο,</l><l n="332">γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός·</l><l n="333">δὴ τότʼ ἐγὼν ἀνὰ νῆσον ἀπέστιχον, ὄφρα θεοῖσιν</l><l n="334">εὐξαίμην, εἴ τίς μοι ὁδὸν φήνειε νέεσθαι.</l><l n="335">ἀλλʼ ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους,</l><l n="336">χεῖρας νιψάμενος, ὅθʼ ἐπὶ σκέπας ἦν ἀνέμοιο,</l><l n="337">ἠρώμην πάντεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν·</l><l n="338">οἱ δʼ ἄρα μοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν.</l><l n="339">Εὐρύλοχος δʼ ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς·</l><q type="unspecified"><l n="340"><milestone unit="para" ed="P"/>κέκλυτέ μευ μύθων κακά περ πάσχοντες
                     ἑταῖροι.</l><l n="341">πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι,</l><l n="342">λιμῷ δʼ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν.</l><l n="343">ἀλλʼ ἄγετʼ, Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας</l><l n="344">ῥέξομεν ἀθανάτοισι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.</l><l n="345">εἰ δέ κεν εἰς Ἰθάκην ἀφικοίμεθα, πατρίδα γαῖαν,</l><l n="346">αἶψά κεν Ἠελίῳ Ὑπερίονι πίονα νηὸν</l><l n="347">τεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά.</l><l n="348">εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων</l><l n="349">νῆʼ ἐθέλῃ ὀλέσαι, ἐπὶ δʼ ἕσπωνται θεοὶ ἄλλοι,</l><l n="350">βούλομʼ ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι,</l><l n="351">ἢ δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ.</l></q><q type="unspecified"><l n="352"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι
                     ἑταῖροι.</l><l n="353">αὐτίκα δʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας</l><l n="354">ἐγγύθεν, οὐ γὰρ τῆλε νεὸς κυανοπρῴροιο</l><l n="355">βοσκέσκονθʼ ἕλικες καλαὶ βόες εὐρυμέτωποι·</l><l n="356">τὰς δὲ περίστησάν τε καὶ εὐχετόωντο θεοῖσιν,</l><l n="357">φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο·</l><l n="358">οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐυσσέλμου ἐπὶ νηός.</l><l n="359">αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν,</l><l n="360">μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν</l><l n="361">δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.</l><l n="362">οὐδʼ εἶχον μέθυ λεῖψαι ἐπʼ αἰθομένοις ἱεροῖσιν,</l><l n="363">ἀλλʼ ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα.</l><milestone n="364" unit="card" ed="p"/><l n="364">αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο,</l><l n="365">μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν.</l><l n="366">καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος,</l><l n="367">βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.</l><l n="368">ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,</l><l n="369">καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀυτμή.</l><l n="370">οἰμώξας δὲ θεοῖσι μέγʼ ἀθανάτοισι γεγώνευν·</l><q type="unspecified"><l n="371"><milestone unit="para" ed="P"/>Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν
                        ἐόντες,</l><l n="372">ἦ με μάλʼ εἰς ἄτην κοιμήσατε νηλέι ὕπνῳ.</l><l n="373">οἱ δʼ ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες.</l></q><l n="374"><milestone unit="para" ed="P"/>ὠκέα δʼ Ἠελίῳ Ὑπερίονι ἄγγελος ἦλθε</l><l n="375">Λαμπετίη τανύπεπλος, ὅ οἱ βόας ἔκταμεν ἡμεῖς.</l><l n="376">αὐτίκα δʼ ἀθανάτοισι μετηύδα χωόμενος κῆρ·</l><q type="unspecified"><l n="377"><milestone unit="para" ed="P"/>Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν
                        ἐόντες,</l><l n="378">τῖσαι δὴ ἑτάρους Λαερτιάδεω Ὀδυσῆος,</l><l n="379">οἵ μευ βοῦς ἔκτειναν ὑπέρβιον, ᾗσιν ἐγώ γε</l><l n="380">χαίρεσκον μὲν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα,</l><l n="381">ἠδʼ ὁπότʼ ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτραποίμην.</l><l n="382">εἰ δέ μοι οὐ τίσουσι βοῶν ἐπιεικέʼ ἀμοιβήν,</l><l n="383">δύσομαι εἰς Ἀίδαο καὶ ἐν νεκύεσσι φαείνω.</l></q><l n="384"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα
                     Ζεύς·</l><q type="unspecified"><l n="385">Ἠέλιʼ, ἦ τοι μὲν σὺ μετʼ ἀθανάτοισι φάεινε</l><l n="386">καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·</l><l n="387">τῶν δέ κʼ ἐγὼ τάχα νῆα θοὴν ἀργῆτι κεραυνῷ</l><l n="388">τυτθὰ βαλὼν κεάσαιμι μέσῳ ἐνὶ οἴνοπι πόντῳ.</l></q><l n="389"><milestone unit="para" ed="P"/>ταῦτα δʼ ἐγὼν ἤκουσα Καλυψοῦς ἠυκόμοιο·</l><l n="390">ἡ δʼ ἔφη Ἑρμείαο διακτόρου αὐτὴ ἀκοῦσαι.</l><l n="391"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ
                     θάλασσαν,</l><l n="392">νείκεον ἄλλοθεν ἄλλον ἐπισταδόν, οὐδέ τι μῆχος</l><l n="393">εὑρέμεναι δυνάμεσθα, βόες δʼ ἀποτέθνασαν ἤδη.</l><l n="394">τοῖσιν δʼ αὐτίκʼ ἔπειτα θεοὶ τέραα προύφαινον·</l><l n="395">εἷρπον μὲν ῥινοί, κρέα δʼ ἀμφʼ ὀβελοῖσι μεμύκει,</l><l n="396">ὀπταλέα τε καὶ ὠμά, βοῶν δʼ ὣς γίγνετο φωνή.</l><milestone n="397" unit="card" ed="p"/><l n="397"><milestone unit="para" ed="P"/>ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι</l><l n="398">δαίνυντʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας·</l><l n="399">ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,</l><l n="400">καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων,</l><l n="401">ἡμεῖς δʼ αἶψʼ ἀναβάντες ἐνήκαμεν εὐρέι πόντῳ,</l><l n="402">ἱστὸν στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες.</l><l n="403"><milestone unit="para" ed="P"/>ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, οὐδέ τις
                     ἄλλη</l><l n="404">φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα,</l><l n="405">δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων</l><l n="406">νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.</l><l n="407">ἡ δʼ ἔθει οὐ μάλα πολλὸν ἐπὶ χρόνον· αἶψα γὰρ ἦλθε</l><l n="408">κεκληγὼς Ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων,</l><l n="409">ἱστοῦ δὲ προτόνους ἔρρηξʼ ἀνέμοιο θύελλα</l><l n="410">ἀμφοτέρους· ἱστὸς δʼ ὀπίσω πέσεν, ὅπλα τε πάντα</l><l n="411">εἰς ἄντλον κατέχυνθʼ. ὁ δʼ ἄρα πρυμνῇ ἐνὶ νηὶ</l><l n="412">πλῆξε κυβερνήτεω κεφαλήν, σὺν δʼ ὀστέʼ ἄραξε</l><l n="413">πάντʼ ἄμυδις κεφαλῆς· ὁ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς</l><l n="414">κάππεσʼ ἀπʼ ἰκριόφιν, λίπε δʼ ὀστέα θυμὸς ἀγήνωρ.</l><l n="415">Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηὶ κεραυνόν·</l><l n="416">ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,</l><l n="417">ἐν δὲ θεείου πλῆτο, πέσον δʼ ἐκ νηὸς ἑταῖροι.</l><l n="418">οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν</l><l n="419">κύμασιν ἐμφορέοντο, θεὸς δʼ ἀποαίνυτο νόστον.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>