<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.285-12.306</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.285-12.306</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="12" type="textpart" subtype="book"><q type="unspecified"><l n="285">νήσου ἀποπλαγχθέντας ἐν ἠεροειδέι πόντῳ.</l><l n="286">ἐκ νυκτῶν δʼ ἄνεμοι χαλεποί, δηλήματα νηῶν,</l><l n="287">γίγνονται· πῇ κέν τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον,</l><l n="288">ἤν πως ἐξαπίνης ἔλθῃ ἀνέμοιο θύελλα,</l><l n="289">ἢ Νότου ἢ Ζεφύροιο δυσαέος, οἵ τε μάλιστα</l><l n="290">νῆα διαρραίουσι θεῶν ἀέκητι ἀνάκτων.</l><l n="291">ἀλλʼ ἦ τοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ</l><l n="292">δόρπον θʼ ὁπλισόμεσθα θοῇ παρὰ νηὶ μένοντες,</l><l n="293">ἠῶθεν δʼ ἀναβάντες ἐνήσομεν εὐρέι πόντῳ.</l></q><l n="294"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι.</l><l n="295">καὶ τότε δὴ γίγνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων,</l><l n="296">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·</l><q type="unspecified"><l n="297"><milestone unit="para" ed="P"/>Εὐρύλοχʼ, ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα.</l><l n="298">ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον·</l><l n="299">εἴ κέ τινʼ ἠὲ βοῶν ἀγέλην ἢ πῶυ μέγʼ οἰῶν</l><l n="300">εὕρωμεν, μή πού τις ἀτασθαλίῃσι κακῇσιν</l><l n="301">ἢ βοῦν ἠέ τι μῆλον ἀποκτάνῃ· ἀλλὰ ἕκηλοι</l><l n="302">ἐσθίετε βρώμην, τὴν ἀθανάτη πόρε Κίρκη.</l></q><l n="303"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, οἱ δʼ αὐτίκʼ ἀπώμνυον, ὡς ἐκέλευον.</l><l n="304">αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,</l><l n="305">στήσαμεν ἐν λιμένι γλαφυρῷ ἐυεργέα νῆα</l><l n="306">ἄγχʼ ὕδατος γλυκεροῖο, καὶ ἐξαπέβησαν ἑταῖροι</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>