<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.263-12.337</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.263-12.337</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="12" type="textpart" subtype="book"><l n="263">πολλὰ δὲ ἴφια μῆλʼ Ὑπερίονος Ἠελίοιο.</l><l n="264">δὴ τότʼ ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηὶ μελαίνῃ</l><l n="265">μυκηθμοῦ τʼ ἤκουσα βοῶν αὐλιζομενάων</l><l n="266">οἰῶν τε βληχήν· καί μοι ἔπος ἔμπεσε θυμῷ</l><l n="267">μάντηος ἀλαοῦ, Θηβαίου Τειρεσίαο,</l><l n="268">Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε</l><l n="269">νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο.</l><l n="270">δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·</l><q type="unspecified"><l n="271"><milestone unit="para" ed="P"/>κέκλυτέ μευ μύθων κακά περ πάσχοντες
                     ἑταῖροι,</l><l n="272">ὄφρʼ ὑμῖν εἴπω μαντήια Τειρεσίαο</l><l n="273">Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε</l><l n="274">νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο·</l><l n="275">ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν.</l><l n="276">ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν.</l></q><milestone n="277" unit="card" ed="p"/><l n="277"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ.</l><l n="278">αὐτίκα δʼ Εὐρύλοχος στυγερῷ μʼ ἠμείβετο μύθῳ·</l><q type="unspecified"><l n="279"><milestone unit="para" ed="P"/>σχέτλιός εἰς, Ὀδυσεῦ· περί τοι μένος, οὐδέ τι
                     γυῖα</l><l n="280">κάμνεις· ἦ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται,</l><l n="281">ὅς ῥʼ ἑτάρους καμάτῳ ἁδηκότας ἠδὲ καὶ ὕπνῳ</l><l n="282">οὐκ ἐάᾳς γαίης ἐπιβήμεναι, ἔνθα κεν αὖτε</l><l n="283">νήσῳ ἐν ἀμφιρύτῃ λαρὸν τετυκοίμεθα δόρπον,</l><l n="284">ἀλλʼ αὔτως διὰ νύκτα θοὴν ἀλάλησθαι ἄνωγας</l><l n="285">νήσου ἀποπλαγχθέντας ἐν ἠεροειδέι πόντῳ.</l><l n="286">ἐκ νυκτῶν δʼ ἄνεμοι χαλεποί, δηλήματα νηῶν,</l><l n="287">γίγνονται· πῇ κέν τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον,</l><l n="288">ἤν πως ἐξαπίνης ἔλθῃ ἀνέμοιο θύελλα,</l><l n="289">ἢ Νότου ἢ Ζεφύροιο δυσαέος, οἵ τε μάλιστα</l><l n="290">νῆα διαρραίουσι θεῶν ἀέκητι ἀνάκτων.</l><l n="291">ἀλλʼ ἦ τοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ</l><l n="292">δόρπον θʼ ὁπλισόμεσθα θοῇ παρὰ νηὶ μένοντες,</l><l n="293">ἠῶθεν δʼ ἀναβάντες ἐνήσομεν εὐρέι πόντῳ.</l></q><l n="294"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι.</l><l n="295">καὶ τότε δὴ γίγνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων,</l><l n="296">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·</l><q type="unspecified"><l n="297"><milestone unit="para" ed="P"/>Εὐρύλοχʼ, ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα.</l><l n="298">ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον·</l><l n="299">εἴ κέ τινʼ ἠὲ βοῶν ἀγέλην ἢ πῶυ μέγʼ οἰῶν</l><l n="300">εὕρωμεν, μή πού τις ἀτασθαλίῃσι κακῇσιν</l><l n="301">ἢ βοῦν ἠέ τι μῆλον ἀποκτάνῃ· ἀλλὰ ἕκηλοι</l><l n="302">ἐσθίετε βρώμην, τὴν ἀθανάτη πόρε Κίρκη.</l></q><l n="303"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, οἱ δʼ αὐτίκʼ ἀπώμνυον, ὡς ἐκέλευον.</l><l n="304">αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,</l><l n="305">στήσαμεν ἐν λιμένι γλαφυρῷ ἐυεργέα νῆα</l><l n="306">ἄγχʼ ὕδατος γλυκεροῖο, καὶ ἐξαπέβησαν ἑταῖροι</l><l n="307">νηός, ἔπειτα δὲ δόρπον ἐπισταμένως τετύκοντο.</l><l n="308">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="309">μνησάμενοι δὴ ἔπειτα φίλους ἔκλαιον ἑταίρους,</l><l n="310">οὓς ἔφαγε Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑλοῦσα·</l><l n="311">κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος.</l><l n="312">ἦμος δὲ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει,</l><l n="313">ὦρσεν ἔπι ζαῆν ἄνεμον νεφεληγερέτα Ζεὺς</l><l n="314">λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε</l><l n="315">γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.</l><l n="316">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="317">νῆα μὲν ὡρμίσαμεν κοῖλον σπέος εἰσερύσαντες.</l><l n="318">ἔνθα δʼ ἔσαν νυμφέων καλοὶ χοροὶ ἠδὲ θόωκοι·</l><l n="319">καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ μῦθον ἔειπον·</l><q type="unspecified"><l n="320"><milestone unit="para" ed="P"/>ὦ φίλοι, ἐν γὰρ νηὶ θοῇ βρῶσίς τε πόσις τε</l><l n="321">ἔστιν, τῶν δὲ βοῶν ἀπεχώμεθα, μή τι πάθωμεν·</l><l n="322">δεινοῦ γὰρ θεοῦ αἵδε βόες καὶ ἴφια μῆλα,</l><l n="323">Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.</l></q><l n="324"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.</l><l n="325">μῆνα δὲ πάντʼ ἄλληκτος ἄη Νότος, οὐδέ τις ἄλλος</l><l n="326">γίγνετʼ ἔπειτʼ ἀνέμων εἰ μὴ Εὖρός τε Νότος τε.</l><milestone n="327" unit="card" ed="p"/><l n="327"><milestone unit="para" ed="P"/>οἱ δʼ ἧος μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρόν,</l><l n="328">τόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο.</l><l n="329">ἀλλʼ ὅτε δὴ νηὸς ἐξέφθιτο ἤια πάντα,</l><l n="330">καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκῃ,</l><l n="331">ἰχθῦς ὄρνιθάς τε, φίλας ὅ τι χεῖρας ἵκοιτο,</l><l n="332">γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός·</l><l n="333">δὴ τότʼ ἐγὼν ἀνὰ νῆσον ἀπέστιχον, ὄφρα θεοῖσιν</l><l n="334">εὐξαίμην, εἴ τίς μοι ὁδὸν φήνειε νέεσθαι.</l><l n="335">ἀλλʼ ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους,</l><l n="336">χεῖρας νιψάμενος, ὅθʼ ἐπὶ σκέπας ἦν ἀνέμοιο,</l><l n="337">ἠρώμην πάντεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>