<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.248-12.268</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.248-12.268</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="12" type="textpart" subtype="book"><l n="248">ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν</l><l n="249">ὑψόσʼ ἀειρομένων· ἐμὲ δὲ φθέγγοντο καλεῦντες</l><l n="250">ἐξονομακλήδην, τότε γʼ ὕστατον, ἀχνύμενοι κῆρ.</l><l n="251">ὡς δʼ ὅτʼ ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ</l><l n="252">ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων</l><l n="253">ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο,</l><l n="254">ἀσπαίροντα δʼ ἔπειτα λαβὼν ἔρριψε θύραζε,</l><l n="255">ὣς οἵ γʼ ἀσπαίροντες ἀείροντο προτὶ πέτρας·</l><l n="256">αὐτοῦ δʼ εἰνὶ θύρῃσι κατήσθιε κεκληγῶτας</l><l n="257">χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηιοτῆτι·</l><l n="258">οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσι</l><l n="259">πάντων, ὅσσʼ ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων.</l><l n="260"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν</l><l n="261">Σκύλλην τʼ, αὐτίκʼ ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον</l><l n="262">ἱκόμεθʼ· ἔνθα δʼ ἔσαν καλαὶ βόες εὐρυμέτωποι,</l><l n="263">πολλὰ δὲ ἴφια μῆλʼ Ὑπερίονος Ἠελίοιο.</l><l n="264">δὴ τότʼ ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηὶ μελαίνῃ</l><l n="265">μυκηθμοῦ τʼ ἤκουσα βοῶν αὐλιζομενάων</l><l n="266">οἰῶν τε βληχήν· καί μοι ἔπος ἔμπεσε θυμῷ</l><l n="267">μάντηος ἀλαοῦ, Θηβαίου Τειρεσίαο,</l><l n="268">Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>