<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.237-12.291</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.237-12.291</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="12" type="textpart" subtype="book"><l n="237">ἦ τοι ὅτʼ ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ</l><l n="238">πᾶσʼ ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δʼ ἄχνη</l><l n="239">ἄκροισι σκοπέλοισιν ἐπʼ ἀμφοτέροισιν ἔπιπτεν·</l><l n="240">ἀλλʼ ὅτʼ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ,</l><l n="241">πᾶσʼ ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρη</l><l n="242">δεινὸν ἐβεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκε</l><l n="243">ψάμμῳ κυανέη· τοὺς δὲ χλωρὸν δέος ᾕρει.</l><l n="244">ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον·</l><l n="245">τόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρους</l><l n="246">ἓξ ἕλεθʼ, οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν.</l><l n="247">σκεψάμενος δʼ ἐς νῆα θοὴν ἅμα καὶ μεθʼ ἑταίρους</l><l n="248">ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν</l><l n="249">ὑψόσʼ ἀειρομένων· ἐμὲ δὲ φθέγγοντο καλεῦντες</l><l n="250">ἐξονομακλήδην, τότε γʼ ὕστατον, ἀχνύμενοι κῆρ.</l><l n="251">ὡς δʼ ὅτʼ ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ</l><l n="252">ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων</l><l n="253">ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο,</l><l n="254">ἀσπαίροντα δʼ ἔπειτα λαβὼν ἔρριψε θύραζε,</l><l n="255">ὣς οἵ γʼ ἀσπαίροντες ἀείροντο προτὶ πέτρας·</l><l n="256">αὐτοῦ δʼ εἰνὶ θύρῃσι κατήσθιε κεκληγῶτας</l><l n="257">χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηιοτῆτι·</l><l n="258">οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσι</l><l n="259">πάντων, ὅσσʼ ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων.</l><l n="260"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν</l><l n="261">Σκύλλην τʼ, αὐτίκʼ ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον</l><l n="262">ἱκόμεθʼ· ἔνθα δʼ ἔσαν καλαὶ βόες εὐρυμέτωποι,</l><l n="263">πολλὰ δὲ ἴφια μῆλʼ Ὑπερίονος Ἠελίοιο.</l><l n="264">δὴ τότʼ ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηὶ μελαίνῃ</l><l n="265">μυκηθμοῦ τʼ ἤκουσα βοῶν αὐλιζομενάων</l><l n="266">οἰῶν τε βληχήν· καί μοι ἔπος ἔμπεσε θυμῷ</l><l n="267">μάντηος ἀλαοῦ, Θηβαίου Τειρεσίαο,</l><l n="268">Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε</l><l n="269">νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο.</l><l n="270">δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·</l><q type="unspecified"><l n="271"><milestone unit="para" ed="P"/>κέκλυτέ μευ μύθων κακά περ πάσχοντες
                     ἑταῖροι,</l><l n="272">ὄφρʼ ὑμῖν εἴπω μαντήια Τειρεσίαο</l><l n="273">Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε</l><l n="274">νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο·</l><l n="275">ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν.</l><l n="276">ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν.</l></q><milestone n="277" unit="card" ed="p"/><l n="277"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ.</l><l n="278">αὐτίκα δʼ Εὐρύλοχος στυγερῷ μʼ ἠμείβετο μύθῳ·</l><q type="unspecified"><l n="279"><milestone unit="para" ed="P"/>σχέτλιός εἰς, Ὀδυσεῦ· περί τοι μένος, οὐδέ τι
                     γυῖα</l><l n="280">κάμνεις· ἦ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται,</l><l n="281">ὅς ῥʼ ἑτάρους καμάτῳ ἁδηκότας ἠδὲ καὶ ὕπνῳ</l><l n="282">οὐκ ἐάᾳς γαίης ἐπιβήμεναι, ἔνθα κεν αὖτε</l><l n="283">νήσῳ ἐν ἀμφιρύτῃ λαρὸν τετυκοίμεθα δόρπον,</l><l n="284">ἀλλʼ αὔτως διὰ νύκτα θοὴν ἀλάλησθαι ἄνωγας</l><l n="285">νήσου ἀποπλαγχθέντας ἐν ἠεροειδέι πόντῳ.</l><l n="286">ἐκ νυκτῶν δʼ ἄνεμοι χαλεποί, δηλήματα νηῶν,</l><l n="287">γίγνονται· πῇ κέν τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον,</l><l n="288">ἤν πως ἐξαπίνης ἔλθῃ ἀνέμοιο θύελλα,</l><l n="289">ἢ Νότου ἢ Ζεφύροιο δυσαέος, οἵ τε μάλιστα</l><l n="290">νῆα διαρραίουσι θεῶν ἀέκητι ἀνάκτων.</l><l n="291">ἀλλʼ ἦ τοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>