<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.236-12.253</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.236-12.253</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="12" type="textpart" subtype="book"><l n="236">δεινὸν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ.</l><l n="237">ἦ τοι ὅτʼ ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ</l><l n="238">πᾶσʼ ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δʼ ἄχνη</l><l n="239">ἄκροισι σκοπέλοισιν ἐπʼ ἀμφοτέροισιν ἔπιπτεν·</l><l n="240">ἀλλʼ ὅτʼ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ,</l><l n="241">πᾶσʼ ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρη</l><l n="242">δεινὸν ἐβεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκε</l><l n="243">ψάμμῳ κυανέη· τοὺς δὲ χλωρὸν δέος ᾕρει.</l><l n="244">ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον·</l><l n="245">τόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρους</l><l n="246">ἓξ ἕλεθʼ, οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν.</l><l n="247">σκεψάμενος δʼ ἐς νῆα θοὴν ἅμα καὶ μεθʼ ἑταίρους</l><l n="248">ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν</l><l n="249">ὑψόσʼ ἀειρομένων· ἐμὲ δὲ φθέγγοντο καλεῦντες</l><l n="250">ἐξονομακλήδην, τότε γʼ ὕστατον, ἀχνύμενοι κῆρ.</l><l n="251">ὡς δʼ ὅτʼ ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ</l><l n="252">ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων</l><l n="253">ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>