<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.204-12.231</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.204-12.231</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="12" type="textpart" subtype="book"><l n="204">βόμβησαν δʼ ἄρα πάντα κατὰ ῥόον· ἔσχετο δʼ αὐτοῦ</l><l n="205">νηῦς, ἐπεὶ οὐκέτʼ ἐρετμὰ προήκεα χερσὶν ἔπειγον.</l><l n="206">αὐτὰρ ἐγὼ διὰ νηὸς ἰὼν ὤτρυνον ἑταίρους</l><l n="207">μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·</l><q type="unspecified"><l n="208"><milestone unit="para" ed="P"/> ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονές
                     εἰμεν·</l><l n="209">οὐ μὲν δὴ τόδε μεῖζον ἕπει κακόν, ἢ ὅτε Κύκλωψ</l><l n="210">εἴλει ἐνὶ σπῆι γλαφυρῷ κρατερῆφι βίηφιν·</l><l n="211">ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ, βουλῇ τε νόῳ τε,</l><l n="212">ἐκφύγομεν, καί που τῶνδε μνήσεσθαι ὀίω.</l><l n="213">νῦν δʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.</l><l n="214">ὑμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν</l><l n="215">τύπτετε κληίδεσσιν ἐφήμενοι, αἴ κέ ποθι Ζεὺς</l><l n="216">δώῃ τόνδε γʼ ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι·</l><l n="217">σοὶ δέ, κυβερνῆθʼ, ὧδʼ ἐπιτέλλομαι· ἀλλʼ ἐνὶ θυμῷ</l><l n="218">βάλλευ, ἐπεὶ νηὸς γλαφυρῆς οἰήια νωμᾷς.</l><l n="219">τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε</l><l n="220">νῆα, σὺ δὲ σκοπέλου ἐπιμαίεο, μή σε λάθῃσι</l><l n="221">κεῖσʼ ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλῃσθα.</l></q><l n="222"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.</l><l n="223">Σκύλλην δʼ οὐκέτʼ ἐμυθεόμην, ἄπρηκτον ἀνίην,</l><l n="224">μή πώς μοι δείσαντες ἀπολλήξειαν ἑταῖροι</l><l n="225">εἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούς.</l><l n="226">καὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆς</l><l n="227">λανθανόμην, ἐπεὶ οὔ τί μʼ ἀνώγει θωρήσσεσθαι·</l><l n="228">αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρε</l><l n="229">μάκρʼ ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον</l><l n="230">πρῴρης· ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαι</l><l n="231">Σκύλλην πετραίην, ἥ μοι φέρε πῆμʼ ἑτάροισιν.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>