<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.188-12.262</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.188-12.262</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="12" type="textpart" subtype="book"><q type="unspecified"><l n="188">ἀλλʼ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς.</l><l n="189">ἴδμεν γάρ τοι πάνθʼ ὅσʼ ἐνὶ Τροίῃ εὐρείῃ</l><l n="190">Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν,</l><l n="191">ἴδμεν δʼ, ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ.</l></q><milestone n="192" unit="card" ed="p"/><l n="192"><milestone unit="para" ed="P"/>ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον· αὐτὰρ ἐμὸν κῆρ</l><l n="193">ἤθελʼ ἀκουέμεναι, λῦσαί τʼ ἐκέλευον ἑταίρους</l><l n="194">ὀφρύσι νευστάζων· οἱ δὲ προπεσόντες ἔρεσσον.</l><l n="195">αὐτίκα δʼ ἀνστάντες Περιμήδης Εὐρύλοχός τε</l><l n="196">πλείοσί μʼ ἐν δεσμοῖσι δέον μᾶλλόν τε πίεζον.</l><l n="197">αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν, οὐδʼ ἔτʼ ἔπειτα</l><l n="198">φθογγῆς Σειρήνων ἠκούομεν οὐδέ τʼ ἀοιδῆς,</l><l n="199">αἶψʼ ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι,</l><l n="200">ὅν σφιν ἐπʼ ὠσὶν ἄλειψʼ, ἐμέ τʼ ἐκ δεσμῶν ἀνέλυσαν.</l><l n="201"><milestone unit="para" ed="P"/>ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, αὐτίκʼ ἔπειτα</l><l n="202">καπνὸν καὶ μέγα κῦμα ἴδον καὶ δοῦπον ἄκουσα.</l><l n="203">τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατʼ ἐρετμά,</l><l n="204">βόμβησαν δʼ ἄρα πάντα κατὰ ῥόον· ἔσχετο δʼ αὐτοῦ</l><l n="205">νηῦς, ἐπεὶ οὐκέτʼ ἐρετμὰ προήκεα χερσὶν ἔπειγον.</l><l n="206">αὐτὰρ ἐγὼ διὰ νηὸς ἰὼν ὤτρυνον ἑταίρους</l><l n="207">μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·</l><q type="unspecified"><l n="208"><milestone unit="para" ed="P"/> ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονές
                     εἰμεν·</l><l n="209">οὐ μὲν δὴ τόδε μεῖζον ἕπει κακόν, ἢ ὅτε Κύκλωψ</l><l n="210">εἴλει ἐνὶ σπῆι γλαφυρῷ κρατερῆφι βίηφιν·</l><l n="211">ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ, βουλῇ τε νόῳ τε,</l><l n="212">ἐκφύγομεν, καί που τῶνδε μνήσεσθαι ὀίω.</l><l n="213">νῦν δʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.</l><l n="214">ὑμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν</l><l n="215">τύπτετε κληίδεσσιν ἐφήμενοι, αἴ κέ ποθι Ζεὺς</l><l n="216">δώῃ τόνδε γʼ ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι·</l><l n="217">σοὶ δέ, κυβερνῆθʼ, ὧδʼ ἐπιτέλλομαι· ἀλλʼ ἐνὶ θυμῷ</l><l n="218">βάλλευ, ἐπεὶ νηὸς γλαφυρῆς οἰήια νωμᾷς.</l><l n="219">τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε</l><l n="220">νῆα, σὺ δὲ σκοπέλου ἐπιμαίεο, μή σε λάθῃσι</l><l n="221">κεῖσʼ ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλῃσθα.</l></q><l n="222"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.</l><l n="223">Σκύλλην δʼ οὐκέτʼ ἐμυθεόμην, ἄπρηκτον ἀνίην,</l><l n="224">μή πώς μοι δείσαντες ἀπολλήξειαν ἑταῖροι</l><l n="225">εἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούς.</l><l n="226">καὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆς</l><l n="227">λανθανόμην, ἐπεὶ οὔ τί μʼ ἀνώγει θωρήσσεσθαι·</l><l n="228">αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρε</l><l n="229">μάκρʼ ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον</l><l n="230">πρῴρης· ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαι</l><l n="231">Σκύλλην πετραίην, ἥ μοι φέρε πῆμʼ ἑτάροισιν.</l><l n="232">οὐδέ πῃ ἀθρῆσαι δυνάμην, ἔκαμον δέ μοι ὄσσε</l><l n="233">πάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην.</l><milestone n="234" unit="card" ed="p"/><l n="234"><milestone unit="para" ed="P"/>ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες·</l><l n="235">ἔνθεν μὲν Σκύλλη, ἑτέρωθι δὲ δῖα Χάρυβδις</l><l n="236">δεινὸν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ.</l><l n="237">ἦ τοι ὅτʼ ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ</l><l n="238">πᾶσʼ ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δʼ ἄχνη</l><l n="239">ἄκροισι σκοπέλοισιν ἐπʼ ἀμφοτέροισιν ἔπιπτεν·</l><l n="240">ἀλλʼ ὅτʼ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ,</l><l n="241">πᾶσʼ ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρη</l><l n="242">δεινὸν ἐβεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκε</l><l n="243">ψάμμῳ κυανέη· τοὺς δὲ χλωρὸν δέος ᾕρει.</l><l n="244">ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον·</l><l n="245">τόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρους</l><l n="246">ἓξ ἕλεθʼ, οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν.</l><l n="247">σκεψάμενος δʼ ἐς νῆα θοὴν ἅμα καὶ μεθʼ ἑταίρους</l><l n="248">ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν</l><l n="249">ὑψόσʼ ἀειρομένων· ἐμὲ δὲ φθέγγοντο καλεῦντες</l><l n="250">ἐξονομακλήδην, τότε γʼ ὕστατον, ἀχνύμενοι κῆρ.</l><l n="251">ὡς δʼ ὅτʼ ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ</l><l n="252">ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων</l><l n="253">ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο,</l><l n="254">ἀσπαίροντα δʼ ἔπειτα λαβὼν ἔρριψε θύραζε,</l><l n="255">ὣς οἵ γʼ ἀσπαίροντες ἀείροντο προτὶ πέτρας·</l><l n="256">αὐτοῦ δʼ εἰνὶ θύρῃσι κατήσθιε κεκληγῶτας</l><l n="257">χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηιοτῆτι·</l><l n="258">οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσι</l><l n="259">πάντων, ὅσσʼ ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων.</l><l n="260"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν</l><l n="261">Σκύλλην τʼ, αὐτίκʼ ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον</l><l n="262">ἱκόμεθʼ· ἔνθα δʼ ἔσαν καλαὶ βόες εὐρυμέτωποι,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>