<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.176-12.203</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.176-12.203</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="12" type="textpart" subtype="book"><l n="176">Ἠελίου τʼ αὐγὴ Ὑπεριονίδαο ἄνακτος·</l><l n="177">ἑξείης δʼ ἑτάροισιν ἐπʼ οὔατα πᾶσιν ἄλειψα.</l><l n="178">οἱ δʼ ἐν νηί μʼ ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τε</l><l n="179">ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνῆπτον·</l><l n="180">αὐτοὶ δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.</l><l n="181">ἀλλʼ ὅτε τόσσον ἀπῆμεν ὅσον τε γέγωνε βοήσας,</l><l n="182">ῥίμφα διώκοντες, τὰς δʼ οὐ λάθεν ὠκύαλος νηῦς</l><l n="183">ἐγγύθεν ὀρνυμένη, λιγυρὴν δʼ ἔντυνον ἀοιδήν·</l><q type="unspecified"><l n="184"><milestone unit="para" ed="P"/>δεῦρʼ ἄγʼ ἰών, πολύαινʼ Ὀδυσεῦ, μέγα κῦδος
                     Ἀχαιῶν,</l><l n="185">νῆα κατάστησον, ἵνα νωιτέρην ὄπ ἀκούσῃς.</l><l n="186">οὐ γάρ πώ τις τῇδε παρήλασε νηὶ μελαίνῃ,</l><l n="187">πρίν γʼ ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπʼ ἀκοῦσαι,</l><l n="188">ἀλλʼ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς.</l><l n="189">ἴδμεν γάρ τοι πάνθʼ ὅσʼ ἐνὶ Τροίῃ εὐρείῃ</l><l n="190">Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν,</l><l n="191">ἴδμεν δʼ, ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ.</l></q><milestone n="192" unit="card" ed="p"/><l n="192"><milestone unit="para" ed="P"/>ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον· αὐτὰρ ἐμὸν κῆρ</l><l n="193">ἤθελʼ ἀκουέμεναι, λῦσαί τʼ ἐκέλευον ἑταίρους</l><l n="194">ὀφρύσι νευστάζων· οἱ δὲ προπεσόντες ἔρεσσον.</l><l n="195">αὐτίκα δʼ ἀνστάντες Περιμήδης Εὐρύλοχός τε</l><l n="196">πλείοσί μʼ ἐν δεσμοῖσι δέον μᾶλλόν τε πίεζον.</l><l n="197">αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν, οὐδʼ ἔτʼ ἔπειτα</l><l n="198">φθογγῆς Σειρήνων ἠκούομεν οὐδέ τʼ ἀοιδῆς,</l><l n="199">αἶψʼ ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι,</l><l n="200">ὅν σφιν ἐπʼ ὠσὶν ἄλειψʼ, ἐμέ τʼ ἐκ δεσμῶν ἀνέλυσαν.</l><l n="201"><milestone unit="para" ed="P"/>ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, αὐτίκʼ ἔπειτα</l><l n="202">καπνὸν καὶ μέγα κῦμα ἴδον καὶ δοῦπον ἄκουσα.</l><l n="203">τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατʼ ἐρετμά,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>