<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.148-12.175</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.148-12.175</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="12" type="textpart" subtype="book"><l n="148">ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο</l><l n="149">ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,</l><l n="150">Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.</l><l n="151">αὐτίκα δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα</l><l n="152">ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.</l><milestone n="153" unit="card" ed="p"/><l n="153"><milestone unit="para" ed="P"/>δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·</l><q type="unspecified"><l n="154">ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύʼ οἴους</l><l n="155">θέσφαθʼ ἅ μοι Κίρκη μυθήσατο, δῖα θεάων·</l><l n="156">ἀλλʼ ἐρέω μὲν ἐγών, ἵνα εἰδότες ἤ κε θάνωμεν</l><l n="157">ἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν.</l><l n="158">Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων</l><l n="159">φθόγγον ἀλεύασθαι καὶ λειμῶνʼ ἀνθεμόεντα.</l><l n="160">οἶον ἔμʼ ἠνώγει ὄπʼ ἀκουέμεν· ἀλλά με δεσμῷ</l><l n="161">δήσατʼ ἐν ἀργαλέῳ, ὄφρʼ ἔμπεδον αὐτόθι μίμνω,</l><l n="162">ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω.</l><l n="163">εἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω,</l><l n="164">ὑμεῖς δὲ πλεόνεσσι τότʼ ἐν δεσμοῖσι πιέζειν.</l></q><l n="165"><milestone unit="para" ed="P"/>ἦ τοι ἐγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον·</l><l n="166">τόφρα δὲ καρπαλίμως ἐξίκετο νηῦς ἐυεργὴς</l><l n="167">νῆσον Σειρήνοιιν· ἔπειγε γὰρ οὖρος ἀπήμων.</l><l n="168">αὐτίκʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη</l><l n="169">ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων.</l><l n="170">ἀνστάντες δʼ ἕταροι νεὸς ἱστία μηρύσαντο</l><l n="171">καὶ τὰ μὲν ἐν νηὶ γλαφυρῇ θέσαν, οἱ δʼ ἐπʼ ἐρετμὰ</l><l n="172">ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν.</l><l n="173">αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέι χαλκῷ</l><l n="174">τυτθὰ διατμήξας χερσὶ στιβαρῇσι πίεζον·</l><l n="175">αἶψα δʼ ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἲς</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>