<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.140-12.208</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.140-12.208</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="12" type="textpart" subtype="book"><q type="unspecified"><l n="140">νηί τε καὶ ἑτάροις· αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,</l><l n="141">ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους.</l></q><l n="142"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.</l><l n="143">ἡ μὲν ἔπειτʼ ἀνὰ νῆσον ἀπέστιχε δῖα θεάων·</l><l n="144">αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὤτρυνον ἑταίρους</l><l n="145">αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·</l><l n="146">οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.</l><l n="147">ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.</l><l n="148">ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο</l><l n="149">ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,</l><l n="150">Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.</l><l n="151">αὐτίκα δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα</l><l n="152">ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.</l><milestone n="153" unit="card" ed="p"/><l n="153"><milestone unit="para" ed="P"/>δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·</l><q type="unspecified"><l n="154">ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύʼ οἴους</l><l n="155">θέσφαθʼ ἅ μοι Κίρκη μυθήσατο, δῖα θεάων·</l><l n="156">ἀλλʼ ἐρέω μὲν ἐγών, ἵνα εἰδότες ἤ κε θάνωμεν</l><l n="157">ἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν.</l><l n="158">Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων</l><l n="159">φθόγγον ἀλεύασθαι καὶ λειμῶνʼ ἀνθεμόεντα.</l><l n="160">οἶον ἔμʼ ἠνώγει ὄπʼ ἀκουέμεν· ἀλλά με δεσμῷ</l><l n="161">δήσατʼ ἐν ἀργαλέῳ, ὄφρʼ ἔμπεδον αὐτόθι μίμνω,</l><l n="162">ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω.</l><l n="163">εἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω,</l><l n="164">ὑμεῖς δὲ πλεόνεσσι τότʼ ἐν δεσμοῖσι πιέζειν.</l></q><l n="165"><milestone unit="para" ed="P"/>ἦ τοι ἐγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον·</l><l n="166">τόφρα δὲ καρπαλίμως ἐξίκετο νηῦς ἐυεργὴς</l><l n="167">νῆσον Σειρήνοιιν· ἔπειγε γὰρ οὖρος ἀπήμων.</l><l n="168">αὐτίκʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη</l><l n="169">ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων.</l><l n="170">ἀνστάντες δʼ ἕταροι νεὸς ἱστία μηρύσαντο</l><l n="171">καὶ τὰ μὲν ἐν νηὶ γλαφυρῇ θέσαν, οἱ δʼ ἐπʼ ἐρετμὰ</l><l n="172">ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν.</l><l n="173">αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέι χαλκῷ</l><l n="174">τυτθὰ διατμήξας χερσὶ στιβαρῇσι πίεζον·</l><l n="175">αἶψα δʼ ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἲς</l><l n="176">Ἠελίου τʼ αὐγὴ Ὑπεριονίδαο ἄνακτος·</l><l n="177">ἑξείης δʼ ἑτάροισιν ἐπʼ οὔατα πᾶσιν ἄλειψα.</l><l n="178">οἱ δʼ ἐν νηί μʼ ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τε</l><l n="179">ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνῆπτον·</l><l n="180">αὐτοὶ δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.</l><l n="181">ἀλλʼ ὅτε τόσσον ἀπῆμεν ὅσον τε γέγωνε βοήσας,</l><l n="182">ῥίμφα διώκοντες, τὰς δʼ οὐ λάθεν ὠκύαλος νηῦς</l><l n="183">ἐγγύθεν ὀρνυμένη, λιγυρὴν δʼ ἔντυνον ἀοιδήν·</l><q type="unspecified"><l n="184"><milestone unit="para" ed="P"/>δεῦρʼ ἄγʼ ἰών, πολύαινʼ Ὀδυσεῦ, μέγα κῦδος
                     Ἀχαιῶν,</l><l n="185">νῆα κατάστησον, ἵνα νωιτέρην ὄπ ἀκούσῃς.</l><l n="186">οὐ γάρ πώ τις τῇδε παρήλασε νηὶ μελαίνῃ,</l><l n="187">πρίν γʼ ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπʼ ἀκοῦσαι,</l><l n="188">ἀλλʼ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς.</l><l n="189">ἴδμεν γάρ τοι πάνθʼ ὅσʼ ἐνὶ Τροίῃ εὐρείῃ</l><l n="190">Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν,</l><l n="191">ἴδμεν δʼ, ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ.</l></q><milestone n="192" unit="card" ed="p"/><l n="192"><milestone unit="para" ed="P"/>ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον· αὐτὰρ ἐμὸν κῆρ</l><l n="193">ἤθελʼ ἀκουέμεναι, λῦσαί τʼ ἐκέλευον ἑταίρους</l><l n="194">ὀφρύσι νευστάζων· οἱ δὲ προπεσόντες ἔρεσσον.</l><l n="195">αὐτίκα δʼ ἀνστάντες Περιμήδης Εὐρύλοχός τε</l><l n="196">πλείοσί μʼ ἐν δεσμοῖσι δέον μᾶλλόν τε πίεζον.</l><l n="197">αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν, οὐδʼ ἔτʼ ἔπειτα</l><l n="198">φθογγῆς Σειρήνων ἠκούομεν οὐδέ τʼ ἀοιδῆς,</l><l n="199">αἶψʼ ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι,</l><l n="200">ὅν σφιν ἐπʼ ὠσὶν ἄλειψʼ, ἐμέ τʼ ἐκ δεσμῶν ἀνέλυσαν.</l><l n="201"><milestone unit="para" ed="P"/>ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, αὐτίκʼ ἔπειτα</l><l n="202">καπνὸν καὶ μέγα κῦμα ἴδον καὶ δοῦπον ἄκουσα.</l><l n="203">τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατʼ ἐρετμά,</l><l n="204">βόμβησαν δʼ ἄρα πάντα κατὰ ῥόον· ἔσχετο δʼ αὐτοῦ</l><l n="205">νηῦς, ἐπεὶ οὐκέτʼ ἐρετμὰ προήκεα χερσὶν ἔπειγον.</l><l n="206">αὐτὰρ ἐγὼ διὰ νηὸς ἰὼν ὤτρυνον ἑταίρους</l><l n="207">μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·</l><q type="unspecified"><l n="208"><milestone unit="para" ed="P"/> ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονές
                     εἰμεν·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>