<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.134-12.151</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.134-12.151</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="12" type="textpart" subtype="book"><q type="unspecified"><l n="134">τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ</l><l n="135">Θρινακίην ἐς νῆσον ἀπῴκισε τηλόθι ναίειν,</l><l n="136">μῆλα φυλασσέμεναι πατρώια καὶ ἕλικας βοῦς.</l><l n="137">τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,</l><l n="138">ἦ τʼ ἂν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·</l><l n="139">εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,</l><l n="140">νηί τε καὶ ἑτάροις· αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,</l><l n="141">ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους.</l></q><l n="142"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.</l><l n="143">ἡ μὲν ἔπειτʼ ἀνὰ νῆσον ἀπέστιχε δῖα θεάων·</l><l n="144">αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὤτρυνον ἑταίρους</l><l n="145">αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·</l><l n="146">οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.</l><l n="147">ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.</l><l n="148">ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο</l><l n="149">ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,</l><l n="150">Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.</l><l n="151">αὐτίκα δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>