<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.133-13.397</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.133-13.397</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="12" type="textpart" subtype="book"><q type="unspecified"><l n="133">ἃς τέκεν Ἠελίῳ Ὑπερίονι δῖα Νέαιρα.</l><l n="134">τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ</l><l n="135">Θρινακίην ἐς νῆσον ἀπῴκισε τηλόθι ναίειν,</l><l n="136">μῆλα φυλασσέμεναι πατρώια καὶ ἕλικας βοῦς.</l><l n="137">τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,</l><l n="138">ἦ τʼ ἂν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·</l><l n="139">εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,</l><l n="140">νηί τε καὶ ἑτάροις· αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,</l><l n="141">ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους.</l></q><l n="142"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.</l><l n="143">ἡ μὲν ἔπειτʼ ἀνὰ νῆσον ἀπέστιχε δῖα θεάων·</l><l n="144">αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὤτρυνον ἑταίρους</l><l n="145">αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·</l><l n="146">οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.</l><l n="147">ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.</l><l n="148">ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο</l><l n="149">ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,</l><l n="150">Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.</l><l n="151">αὐτίκα δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα</l><l n="152">ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.</l><milestone n="153" unit="card" ed="p"/><l n="153"><milestone unit="para" ed="P"/>δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·</l><q type="unspecified"><l n="154">ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύʼ οἴους</l><l n="155">θέσφαθʼ ἅ μοι Κίρκη μυθήσατο, δῖα θεάων·</l><l n="156">ἀλλʼ ἐρέω μὲν ἐγών, ἵνα εἰδότες ἤ κε θάνωμεν</l><l n="157">ἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν.</l><l n="158">Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων</l><l n="159">φθόγγον ἀλεύασθαι καὶ λειμῶνʼ ἀνθεμόεντα.</l><l n="160">οἶον ἔμʼ ἠνώγει ὄπʼ ἀκουέμεν· ἀλλά με δεσμῷ</l><l n="161">δήσατʼ ἐν ἀργαλέῳ, ὄφρʼ ἔμπεδον αὐτόθι μίμνω,</l><l n="162">ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω.</l><l n="163">εἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω,</l><l n="164">ὑμεῖς δὲ πλεόνεσσι τότʼ ἐν δεσμοῖσι πιέζειν.</l></q><l n="165"><milestone unit="para" ed="P"/>ἦ τοι ἐγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον·</l><l n="166">τόφρα δὲ καρπαλίμως ἐξίκετο νηῦς ἐυεργὴς</l><l n="167">νῆσον Σειρήνοιιν· ἔπειγε γὰρ οὖρος ἀπήμων.</l><l n="168">αὐτίκʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη</l><l n="169">ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων.</l><l n="170">ἀνστάντες δʼ ἕταροι νεὸς ἱστία μηρύσαντο</l><l n="171">καὶ τὰ μὲν ἐν νηὶ γλαφυρῇ θέσαν, οἱ δʼ ἐπʼ ἐρετμὰ</l><l n="172">ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν.</l><l n="173">αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέι χαλκῷ</l><l n="174">τυτθὰ διατμήξας χερσὶ στιβαρῇσι πίεζον·</l><l n="175">αἶψα δʼ ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἲς</l><l n="176">Ἠελίου τʼ αὐγὴ Ὑπεριονίδαο ἄνακτος·</l><l n="177">ἑξείης δʼ ἑτάροισιν ἐπʼ οὔατα πᾶσιν ἄλειψα.</l><l n="178">οἱ δʼ ἐν νηί μʼ ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τε</l><l n="179">ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνῆπτον·</l><l n="180">αὐτοὶ δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.</l><l n="181">ἀλλʼ ὅτε τόσσον ἀπῆμεν ὅσον τε γέγωνε βοήσας,</l><l n="182">ῥίμφα διώκοντες, τὰς δʼ οὐ λάθεν ὠκύαλος νηῦς</l><l n="183">ἐγγύθεν ὀρνυμένη, λιγυρὴν δʼ ἔντυνον ἀοιδήν·</l><q type="unspecified"><l n="184"><milestone unit="para" ed="P"/>δεῦρʼ ἄγʼ ἰών, πολύαινʼ Ὀδυσεῦ, μέγα κῦδος
                     Ἀχαιῶν,</l><l n="185">νῆα κατάστησον, ἵνα νωιτέρην ὄπ ἀκούσῃς.</l><l n="186">οὐ γάρ πώ τις τῇδε παρήλασε νηὶ μελαίνῃ,</l><l n="187">πρίν γʼ ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπʼ ἀκοῦσαι,</l><l n="188">ἀλλʼ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς.</l><l n="189">ἴδμεν γάρ τοι πάνθʼ ὅσʼ ἐνὶ Τροίῃ εὐρείῃ</l><l n="190">Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν,</l><l n="191">ἴδμεν δʼ, ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ.</l></q><milestone n="192" unit="card" ed="p"/><l n="192"><milestone unit="para" ed="P"/>ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον· αὐτὰρ ἐμὸν κῆρ</l><l n="193">ἤθελʼ ἀκουέμεναι, λῦσαί τʼ ἐκέλευον ἑταίρους</l><l n="194">ὀφρύσι νευστάζων· οἱ δὲ προπεσόντες ἔρεσσον.</l><l n="195">αὐτίκα δʼ ἀνστάντες Περιμήδης Εὐρύλοχός τε</l><l n="196">πλείοσί μʼ ἐν δεσμοῖσι δέον μᾶλλόν τε πίεζον.</l><l n="197">αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν, οὐδʼ ἔτʼ ἔπειτα</l><l n="198">φθογγῆς Σειρήνων ἠκούομεν οὐδέ τʼ ἀοιδῆς,</l><l n="199">αἶψʼ ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι,</l><l n="200">ὅν σφιν ἐπʼ ὠσὶν ἄλειψʼ, ἐμέ τʼ ἐκ δεσμῶν ἀνέλυσαν.</l><l n="201"><milestone unit="para" ed="P"/>ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, αὐτίκʼ ἔπειτα</l><l n="202">καπνὸν καὶ μέγα κῦμα ἴδον καὶ δοῦπον ἄκουσα.</l><l n="203">τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατʼ ἐρετμά,</l><l n="204">βόμβησαν δʼ ἄρα πάντα κατὰ ῥόον· ἔσχετο δʼ αὐτοῦ</l><l n="205">νηῦς, ἐπεὶ οὐκέτʼ ἐρετμὰ προήκεα χερσὶν ἔπειγον.</l><l n="206">αὐτὰρ ἐγὼ διὰ νηὸς ἰὼν ὤτρυνον ἑταίρους</l><l n="207">μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·</l><q type="unspecified"><l n="208"><milestone unit="para" ed="P"/> ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονές
                     εἰμεν·</l><l n="209">οὐ μὲν δὴ τόδε μεῖζον ἕπει κακόν, ἢ ὅτε Κύκλωψ</l><l n="210">εἴλει ἐνὶ σπῆι γλαφυρῷ κρατερῆφι βίηφιν·</l><l n="211">ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ, βουλῇ τε νόῳ τε,</l><l n="212">ἐκφύγομεν, καί που τῶνδε μνήσεσθαι ὀίω.</l><l n="213">νῦν δʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.</l><l n="214">ὑμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν</l><l n="215">τύπτετε κληίδεσσιν ἐφήμενοι, αἴ κέ ποθι Ζεὺς</l><l n="216">δώῃ τόνδε γʼ ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι·</l><l n="217">σοὶ δέ, κυβερνῆθʼ, ὧδʼ ἐπιτέλλομαι· ἀλλʼ ἐνὶ θυμῷ</l><l n="218">βάλλευ, ἐπεὶ νηὸς γλαφυρῆς οἰήια νωμᾷς.</l><l n="219">τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε</l><l n="220">νῆα, σὺ δὲ σκοπέλου ἐπιμαίεο, μή σε λάθῃσι</l><l n="221">κεῖσʼ ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλῃσθα.</l></q><l n="222"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.</l><l n="223">Σκύλλην δʼ οὐκέτʼ ἐμυθεόμην, ἄπρηκτον ἀνίην,</l><l n="224">μή πώς μοι δείσαντες ἀπολλήξειαν ἑταῖροι</l><l n="225">εἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούς.</l><l n="226">καὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆς</l><l n="227">λανθανόμην, ἐπεὶ οὔ τί μʼ ἀνώγει θωρήσσεσθαι·</l><l n="228">αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρε</l><l n="229">μάκρʼ ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον</l><l n="230">πρῴρης· ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαι</l><l n="231">Σκύλλην πετραίην, ἥ μοι φέρε πῆμʼ ἑτάροισιν.</l><l n="232">οὐδέ πῃ ἀθρῆσαι δυνάμην, ἔκαμον δέ μοι ὄσσε</l><l n="233">πάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην.</l><milestone n="234" unit="card" ed="p"/><l n="234"><milestone unit="para" ed="P"/>ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες·</l><l n="235">ἔνθεν μὲν Σκύλλη, ἑτέρωθι δὲ δῖα Χάρυβδις</l><l n="236">δεινὸν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ.</l><l n="237">ἦ τοι ὅτʼ ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ</l><l n="238">πᾶσʼ ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δʼ ἄχνη</l><l n="239">ἄκροισι σκοπέλοισιν ἐπʼ ἀμφοτέροισιν ἔπιπτεν·</l><l n="240">ἀλλʼ ὅτʼ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ,</l><l n="241">πᾶσʼ ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρη</l><l n="242">δεινὸν ἐβεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκε</l><l n="243">ψάμμῳ κυανέη· τοὺς δὲ χλωρὸν δέος ᾕρει.</l><l n="244">ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον·</l><l n="245">τόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρους</l><l n="246">ἓξ ἕλεθʼ, οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν.</l><l n="247">σκεψάμενος δʼ ἐς νῆα θοὴν ἅμα καὶ μεθʼ ἑταίρους</l><l n="248">ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν</l><l n="249">ὑψόσʼ ἀειρομένων· ἐμὲ δὲ φθέγγοντο καλεῦντες</l><l n="250">ἐξονομακλήδην, τότε γʼ ὕστατον, ἀχνύμενοι κῆρ.</l><l n="251">ὡς δʼ ὅτʼ ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ</l><l n="252">ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων</l><l n="253">ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο,</l><l n="254">ἀσπαίροντα δʼ ἔπειτα λαβὼν ἔρριψε θύραζε,</l><l n="255">ὣς οἵ γʼ ἀσπαίροντες ἀείροντο προτὶ πέτρας·</l><l n="256">αὐτοῦ δʼ εἰνὶ θύρῃσι κατήσθιε κεκληγῶτας</l><l n="257">χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηιοτῆτι·</l><l n="258">οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσι</l><l n="259">πάντων, ὅσσʼ ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων.</l><l n="260"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν</l><l n="261">Σκύλλην τʼ, αὐτίκʼ ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον</l><l n="262">ἱκόμεθʼ· ἔνθα δʼ ἔσαν καλαὶ βόες εὐρυμέτωποι,</l><l n="263">πολλὰ δὲ ἴφια μῆλʼ Ὑπερίονος Ἠελίοιο.</l><l n="264">δὴ τότʼ ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηὶ μελαίνῃ</l><l n="265">μυκηθμοῦ τʼ ἤκουσα βοῶν αὐλιζομενάων</l><l n="266">οἰῶν τε βληχήν· καί μοι ἔπος ἔμπεσε θυμῷ</l><l n="267">μάντηος ἀλαοῦ, Θηβαίου Τειρεσίαο,</l><l n="268">Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε</l><l n="269">νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο.</l><l n="270">δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·</l><q type="unspecified"><l n="271"><milestone unit="para" ed="P"/>κέκλυτέ μευ μύθων κακά περ πάσχοντες
                     ἑταῖροι,</l><l n="272">ὄφρʼ ὑμῖν εἴπω μαντήια Τειρεσίαο</l><l n="273">Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε</l><l n="274">νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο·</l><l n="275">ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν.</l><l n="276">ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν.</l></q><milestone n="277" unit="card" ed="p"/><l n="277"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ.</l><l n="278">αὐτίκα δʼ Εὐρύλοχος στυγερῷ μʼ ἠμείβετο μύθῳ·</l><q type="unspecified"><l n="279"><milestone unit="para" ed="P"/>σχέτλιός εἰς, Ὀδυσεῦ· περί τοι μένος, οὐδέ τι
                     γυῖα</l><l n="280">κάμνεις· ἦ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται,</l><l n="281">ὅς ῥʼ ἑτάρους καμάτῳ ἁδηκότας ἠδὲ καὶ ὕπνῳ</l><l n="282">οὐκ ἐάᾳς γαίης ἐπιβήμεναι, ἔνθα κεν αὖτε</l><l n="283">νήσῳ ἐν ἀμφιρύτῃ λαρὸν τετυκοίμεθα δόρπον,</l><l n="284">ἀλλʼ αὔτως διὰ νύκτα θοὴν ἀλάλησθαι ἄνωγας</l><l n="285">νήσου ἀποπλαγχθέντας ἐν ἠεροειδέι πόντῳ.</l><l n="286">ἐκ νυκτῶν δʼ ἄνεμοι χαλεποί, δηλήματα νηῶν,</l><l n="287">γίγνονται· πῇ κέν τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον,</l><l n="288">ἤν πως ἐξαπίνης ἔλθῃ ἀνέμοιο θύελλα,</l><l n="289">ἢ Νότου ἢ Ζεφύροιο δυσαέος, οἵ τε μάλιστα</l><l n="290">νῆα διαρραίουσι θεῶν ἀέκητι ἀνάκτων.</l><l n="291">ἀλλʼ ἦ τοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ</l><l n="292">δόρπον θʼ ὁπλισόμεσθα θοῇ παρὰ νηὶ μένοντες,</l><l n="293">ἠῶθεν δʼ ἀναβάντες ἐνήσομεν εὐρέι πόντῳ.</l></q><l n="294"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι.</l><l n="295">καὶ τότε δὴ γίγνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων,</l><l n="296">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·</l><q type="unspecified"><l n="297"><milestone unit="para" ed="P"/>Εὐρύλοχʼ, ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα.</l><l n="298">ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον·</l><l n="299">εἴ κέ τινʼ ἠὲ βοῶν ἀγέλην ἢ πῶυ μέγʼ οἰῶν</l><l n="300">εὕρωμεν, μή πού τις ἀτασθαλίῃσι κακῇσιν</l><l n="301">ἢ βοῦν ἠέ τι μῆλον ἀποκτάνῃ· ἀλλὰ ἕκηλοι</l><l n="302">ἐσθίετε βρώμην, τὴν ἀθανάτη πόρε Κίρκη.</l></q><l n="303"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, οἱ δʼ αὐτίκʼ ἀπώμνυον, ὡς ἐκέλευον.</l><l n="304">αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,</l><l n="305">στήσαμεν ἐν λιμένι γλαφυρῷ ἐυεργέα νῆα</l><l n="306">ἄγχʼ ὕδατος γλυκεροῖο, καὶ ἐξαπέβησαν ἑταῖροι</l><l n="307">νηός, ἔπειτα δὲ δόρπον ἐπισταμένως τετύκοντο.</l><l n="308">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="309">μνησάμενοι δὴ ἔπειτα φίλους ἔκλαιον ἑταίρους,</l><l n="310">οὓς ἔφαγε Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑλοῦσα·</l><l n="311">κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος.</l><l n="312">ἦμος δὲ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει,</l><l n="313">ὦρσεν ἔπι ζαῆν ἄνεμον νεφεληγερέτα Ζεὺς</l><l n="314">λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε</l><l n="315">γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.</l><l n="316">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="317">νῆα μὲν ὡρμίσαμεν κοῖλον σπέος εἰσερύσαντες.</l><l n="318">ἔνθα δʼ ἔσαν νυμφέων καλοὶ χοροὶ ἠδὲ θόωκοι·</l><l n="319">καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ μῦθον ἔειπον·</l><q type="unspecified"><l n="320"><milestone unit="para" ed="P"/>ὦ φίλοι, ἐν γὰρ νηὶ θοῇ βρῶσίς τε πόσις τε</l><l n="321">ἔστιν, τῶν δὲ βοῶν ἀπεχώμεθα, μή τι πάθωμεν·</l><l n="322">δεινοῦ γὰρ θεοῦ αἵδε βόες καὶ ἴφια μῆλα,</l><l n="323">Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.</l></q><l n="324"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.</l><l n="325">μῆνα δὲ πάντʼ ἄλληκτος ἄη Νότος, οὐδέ τις ἄλλος</l><l n="326">γίγνετʼ ἔπειτʼ ἀνέμων εἰ μὴ Εὖρός τε Νότος τε.</l><milestone n="327" unit="card" ed="p"/><l n="327"><milestone unit="para" ed="P"/>οἱ δʼ ἧος μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρόν,</l><l n="328">τόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο.</l><l n="329">ἀλλʼ ὅτε δὴ νηὸς ἐξέφθιτο ἤια πάντα,</l><l n="330">καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκῃ,</l><l n="331">ἰχθῦς ὄρνιθάς τε, φίλας ὅ τι χεῖρας ἵκοιτο,</l><l n="332">γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός·</l><l n="333">δὴ τότʼ ἐγὼν ἀνὰ νῆσον ἀπέστιχον, ὄφρα θεοῖσιν</l><l n="334">εὐξαίμην, εἴ τίς μοι ὁδὸν φήνειε νέεσθαι.</l><l n="335">ἀλλʼ ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους,</l><l n="336">χεῖρας νιψάμενος, ὅθʼ ἐπὶ σκέπας ἦν ἀνέμοιο,</l><l n="337">ἠρώμην πάντεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν·</l><l n="338">οἱ δʼ ἄρα μοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν.</l><l n="339">Εὐρύλοχος δʼ ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς·</l><q type="unspecified"><l n="340"><milestone unit="para" ed="P"/>κέκλυτέ μευ μύθων κακά περ πάσχοντες
                     ἑταῖροι.</l><l n="341">πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι,</l><l n="342">λιμῷ δʼ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν.</l><l n="343">ἀλλʼ ἄγετʼ, Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας</l><l n="344">ῥέξομεν ἀθανάτοισι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.</l><l n="345">εἰ δέ κεν εἰς Ἰθάκην ἀφικοίμεθα, πατρίδα γαῖαν,</l><l n="346">αἶψά κεν Ἠελίῳ Ὑπερίονι πίονα νηὸν</l><l n="347">τεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά.</l><l n="348">εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων</l><l n="349">νῆʼ ἐθέλῃ ὀλέσαι, ἐπὶ δʼ ἕσπωνται θεοὶ ἄλλοι,</l><l n="350">βούλομʼ ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι,</l><l n="351">ἢ δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ.</l></q><q type="unspecified"><l n="352"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι
                     ἑταῖροι.</l><l n="353">αὐτίκα δʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας</l><l n="354">ἐγγύθεν, οὐ γὰρ τῆλε νεὸς κυανοπρῴροιο</l><l n="355">βοσκέσκονθʼ ἕλικες καλαὶ βόες εὐρυμέτωποι·</l><l n="356">τὰς δὲ περίστησάν τε καὶ εὐχετόωντο θεοῖσιν,</l><l n="357">φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο·</l><l n="358">οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐυσσέλμου ἐπὶ νηός.</l><l n="359">αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν,</l><l n="360">μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν</l><l n="361">δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.</l><l n="362">οὐδʼ εἶχον μέθυ λεῖψαι ἐπʼ αἰθομένοις ἱεροῖσιν,</l><l n="363">ἀλλʼ ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα.</l><milestone n="364" unit="card" ed="p"/><l n="364">αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο,</l><l n="365">μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν.</l><l n="366">καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος,</l><l n="367">βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.</l><l n="368">ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,</l><l n="369">καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀυτμή.</l><l n="370">οἰμώξας δὲ θεοῖσι μέγʼ ἀθανάτοισι γεγώνευν·</l><q type="unspecified"><l n="371"><milestone unit="para" ed="P"/>Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν
                        ἐόντες,</l><l n="372">ἦ με μάλʼ εἰς ἄτην κοιμήσατε νηλέι ὕπνῳ.</l><l n="373">οἱ δʼ ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες.</l></q><l n="374"><milestone unit="para" ed="P"/>ὠκέα δʼ Ἠελίῳ Ὑπερίονι ἄγγελος ἦλθε</l><l n="375">Λαμπετίη τανύπεπλος, ὅ οἱ βόας ἔκταμεν ἡμεῖς.</l><l n="376">αὐτίκα δʼ ἀθανάτοισι μετηύδα χωόμενος κῆρ·</l><q type="unspecified"><l n="377"><milestone unit="para" ed="P"/>Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν
                        ἐόντες,</l><l n="378">τῖσαι δὴ ἑτάρους Λαερτιάδεω Ὀδυσῆος,</l><l n="379">οἵ μευ βοῦς ἔκτειναν ὑπέρβιον, ᾗσιν ἐγώ γε</l><l n="380">χαίρεσκον μὲν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα,</l><l n="381">ἠδʼ ὁπότʼ ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτραποίμην.</l><l n="382">εἰ δέ μοι οὐ τίσουσι βοῶν ἐπιεικέʼ ἀμοιβήν,</l><l n="383">δύσομαι εἰς Ἀίδαο καὶ ἐν νεκύεσσι φαείνω.</l></q><l n="384"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα
                     Ζεύς·</l><q type="unspecified"><l n="385">Ἠέλιʼ, ἦ τοι μὲν σὺ μετʼ ἀθανάτοισι φάεινε</l><l n="386">καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·</l><l n="387">τῶν δέ κʼ ἐγὼ τάχα νῆα θοὴν ἀργῆτι κεραυνῷ</l><l n="388">τυτθὰ βαλὼν κεάσαιμι μέσῳ ἐνὶ οἴνοπι πόντῳ.</l></q><l n="389"><milestone unit="para" ed="P"/>ταῦτα δʼ ἐγὼν ἤκουσα Καλυψοῦς ἠυκόμοιο·</l><l n="390">ἡ δʼ ἔφη Ἑρμείαο διακτόρου αὐτὴ ἀκοῦσαι.</l><l n="391"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ
                     θάλασσαν,</l><l n="392">νείκεον ἄλλοθεν ἄλλον ἐπισταδόν, οὐδέ τι μῆχος</l><l n="393">εὑρέμεναι δυνάμεσθα, βόες δʼ ἀποτέθνασαν ἤδη.</l><l n="394">τοῖσιν δʼ αὐτίκʼ ἔπειτα θεοὶ τέραα προύφαινον·</l><l n="395">εἷρπον μὲν ῥινοί, κρέα δʼ ἀμφʼ ὀβελοῖσι μεμύκει,</l><l n="396">ὀπταλέα τε καὶ ὠμά, βοῶν δʼ ὣς γίγνετο φωνή.</l><milestone n="397" unit="card" ed="p"/><l n="397"><milestone unit="para" ed="P"/>ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι</l><l n="398">δαίνυντʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας·</l><l n="399">ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,</l><l n="400">καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων,</l><l n="401">ἡμεῖς δʼ αἶψʼ ἀναβάντες ἐνήκαμεν εὐρέι πόντῳ,</l><l n="402">ἱστὸν στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες.</l><l n="403"><milestone unit="para" ed="P"/>ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, οὐδέ τις
                     ἄλλη</l><l n="404">φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα,</l><l n="405">δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων</l><l n="406">νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.</l><l n="407">ἡ δʼ ἔθει οὐ μάλα πολλὸν ἐπὶ χρόνον· αἶψα γὰρ ἦλθε</l><l n="408">κεκληγὼς Ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων,</l><l n="409">ἱστοῦ δὲ προτόνους ἔρρηξʼ ἀνέμοιο θύελλα</l><l n="410">ἀμφοτέρους· ἱστὸς δʼ ὀπίσω πέσεν, ὅπλα τε πάντα</l><l n="411">εἰς ἄντλον κατέχυνθʼ. ὁ δʼ ἄρα πρυμνῇ ἐνὶ νηὶ</l><l n="412">πλῆξε κυβερνήτεω κεφαλήν, σὺν δʼ ὀστέʼ ἄραξε</l><l n="413">πάντʼ ἄμυδις κεφαλῆς· ὁ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς</l><l n="414">κάππεσʼ ἀπʼ ἰκριόφιν, λίπε δʼ ὀστέα θυμὸς ἀγήνωρ.</l><l n="415">Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηὶ κεραυνόν·</l><l n="416">ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,</l><l n="417">ἐν δὲ θεείου πλῆτο, πέσον δʼ ἐκ νηὸς ἑταῖροι.</l><l n="418">οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν</l><l n="419">κύμασιν ἐμφορέοντο, θεὸς δʼ ἀποαίνυτο νόστον.</l><l n="420">αὐτὰρ ἐγὼ διὰ νηὸς ἐφοίτων, ὄφρʼ ἀπὸ τοίχους</l><l n="421">λῦσε κλύδων τρόπιος, τὴν δὲ ψιλὴν φέρε κῦμα,</l><l n="422">ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν. αὐτὰρ ἐπʼ αὐτῷ</l><l n="423">ἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς·</l><l n="424">τῷ ῥʼ ἄμφω συνέεργον, ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν,</l><l n="425">ἑζόμενος δʼ ἐπὶ τοῖς φερόμην ὀλοοῖς ἀνέμοισιν.</l><milestone n="426" unit="card" ed="p"/><l n="426"><milestone unit="para" ed="P"/>ἔνθʼ ἦ τοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι
                     θύων,</l><l n="427">ἦλθε δʼ ἐπὶ Νότος ὦκα, φέρων ἐμῷ ἄλγεα θυμῷ,</l><l n="428">ὄφρʼ ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν.</l><l n="429">παννύχιος φερόμην, ἅμα δʼ ἠελίῳ ἀνιόντι</l><l n="430">ἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν.</l><l n="431">ἡ μὲν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ·</l><l n="432">αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσʼ ἀερθείς,</l><l n="433">τῷ προσφὺς ἐχόμην ὡς νυκτερίς. οὐδέ πῃ εἶχον</l><l n="434">οὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτʼ ἐπιβῆναι·</l><l n="435">ῥίζαι γὰρ ἑκὰς εἶχον, ἀπήωροι δʼ ἔσαν ὄζοι,</l><l n="436">μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν.</l><l n="437">νωλεμέως δʼ ἐχόμην, ὄφρʼ ἐξεμέσειεν ὀπίσσω</l><l n="438">ἱστὸν καὶ τρόπιν αὖτις· ἐελδομένῳ δέ μοι ἦλθον</l><l n="439">ὄψʼ· ἦμος δʼ ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη</l><l n="440">κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν,</l><l n="441">τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεφαάνθη.</l><l n="442">ἧκα δʼ ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι,</l><l n="443">μέσσῳ δʼ ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα,</l><l n="444">ἑζόμενος δʼ ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσι.</l><l n="445">Σκύλλην δʼ οὐκέτʼ ἔασε πατὴρ ἀνδρῶν τε θεῶν τε</l><l n="446">εἰσιδέειν· οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον.</l><l n="447"><milestone unit="para" ed="P"/>ἔνθεν δʼ ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ</l><l n="448">νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ</l><l n="449">ναίει ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,</l><l n="450">ἥ μʼ ἐφίλει τʼ ἐκόμει τε. τί τοι τάδε μυθολογεύω;</l><l n="451">ἤδη γάρ τοι χθιζὸς ἐμυθεόμην ἐνὶ οἴκῳ</l><l n="452">σοί τε καὶ ἰφθίμῃ ἀλόχῳ· ἐχθρὸν δέ μοί ἐστιν</l><l n="453">αὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν.</l></q></div><div n="13" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,</l><l n="2">κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.</l><l n="3">τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="4"><milestone unit="para" ed="P"/>ὦ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ,</l><l n="5">ὑψερεφές, τῷ σʼ οὔ τι παλιμπλαγχθέντα γʼ ὀΐω</l><l n="6">ἂψ ἀπονοστήσειν, εἰ καὶ μάλα πολλὰ πέπονθας.</l><l n="7">ὑμέων δʼ ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω,</l><l n="8">ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνον</l><l n="9">αἰεὶ πίνετʼ ἐμοῖσιν, ἀκουάζεσθε δʼ ἀοιδοῦ.</l><l n="10">εἵματα μὲν δὴ ξείνῳ ἐϋξέστῃ ἐνὶ χηλῷ</l><l n="11">κεῖται καὶ χρυσὸς πολυδαίδαλος ἄλλα τε πάντα</l><l n="12">δῶρʼ, ὅσα Φαιήκων βουληφόροι ἐνθάδʼ ἔνεικαν·</l><l n="13">ἀλλʼ ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠδὲ λέβητα</l><l n="14">ἀνδρακάς· ἡμεῖς δʼ αὖτε ἀγειρόμενοι κατὰ δῆμον</l><l n="15">τισόμεθʼ· ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι.</l></q><l n="16"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀλκίνοος, τοῖσιν δʼ ἐπιὴνδανε μῦθος.</l><l n="17">οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,</l><l n="18">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="19">νῆάδʼ ἐπεσσεύοντο, φέρον δʼ εὐήνορα χαλκόν.</l><l n="20">καὶ τὰ μὲν εὖ κατέθηχʼ ἱερὸν μένος Ἀλκινόοιο,</l><l n="21">αὐτὸς ἰὼν διὰ νηὸς ὑπὸ ζυγά, μή τινʼ ἑταίρων</l><l n="22">βλάπτοι ἐλαυνόντων, ὁπότε σπερχοίατʼ ἐρετμοῖς.</l><l n="23">οἱ δʼ εἰς Ἀλκινόοιο κίον καὶ δαῖτʼ ἀλέγυνον.</l><l n="24"><milestone unit="para" ed="P"/>τοῖσι δὲ βοῦν ἱέρευσʼ ἱερὸν μένος Ἀλκινόοιο</l><l n="25">Ζηνὶ κελαινεφέϊ Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει.</l><l n="26">μῆρα δὲ κήαντες δαίνυντʼ ἐρικυδέα δαῖτα</l><l n="27">τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδός,</l><l n="28">Δημόδοκος, λαοῖσι τετιμένος. αὐτὰρ Ὀδυσσεὺς</l><l n="29">πολλὰ πρὸς ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα,</l><l n="30">δῦναι ἐπειγόμενος· δὴ γὰρ μενέαινε νέεσθαι.</l><l n="31">ὡς δʼ ὅτʼ ἀνὴρ δόρποιο λιλαίεται, ᾧ τε πανῆμαρ</l><l n="32">νειὸν ἀνʼ ἕλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον·</l><l n="33">ἀσπασίως δʼ ἄρα τῷ κατέδυ φάος ἠελίοιο</l><l n="34">δόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατʼ ἰόντι·</l><l n="35">ὣς Ὀδυσῆʼ ἀσπαστὸν ἔδυ φάος ἠελίοιο.</l><l n="36">αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα,</l><l n="37">Ἀλκινόῳ δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον·</l><q type="unspecified"><l n="38"><milestone unit="para" ed="P"/>Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,</l><l n="39">πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δʼ αὐτοί·</l><l n="40">ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός,</l><l n="41">πομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ Οὐρανίωνες</l><l n="42">ὄλβια ποιήσειαν· ἀμύμονα δʼ οἴκοι ἄκοιτιν</l><l n="43">νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν.</l><l n="44">ὑμεῖς δʼ αὖθι μένοντες ἐϋφραίνοιτε γυναῖκας</l><l n="45">κουριδίας καὶ τέκνα· θεοὶ δʼ ἀρετὴν ὀπάσειαν</l><l n="46">παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη.</l></q><milestone n="47" unit="card" ed="p"/><l n="47"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον</l><l n="48">πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.</l><l n="49">καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·</l><q type="unspecified"><l n="50">Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον</l><l n="51">πᾶσιν ἀνὰ μέγαρον, ὄφρʼ εὐξάμενοι Διὶ πατρὶ</l><l n="52">τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν.</l></q><l n="53"><milestone unit="para" ed="P"/>ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,</l><l n="54">νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσιν</l><l n="55">ἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,</l><l n="56">αὐτόθεν ἐξ ἑδρέων. ἀνὰ δʼ ἵστατο δῖος Ὀδυσσεύς,</l><l n="57">Ἀρήτῃ δʼ ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον,</l><l n="58">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="59"><milestone unit="para" ed="P"/>χαῖρέ μοι, ὦ βασίλεια, διαμπερές, εἰς ὅ κε
                     γῆρας</l><l n="60">ἔλθῃ καὶ θάνατος, τά τʼ ἐπʼ ἀνθρώποισι πέλονται.</l><l n="61">αὐτὰρ ἐγὼ νέομαι· σὺ δὲ τέρπεο τῷδʼ ἐνὶ οἴκῳ</l><l n="62">παισί τε καὶ λαοῖσι καὶ Ἀλκινόῳ βασιλῆϊ.</l></q><l n="63"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ὑπὲρ οὐδὸν ἐβήσετο δῖος Ὀδυσσεύς,</l><l n="64">τῷ δʼ ἅμα κήρυκα προΐει μένος Ἀλκινόοιο,</l><l n="65">ἡγεῖσθαι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης·</l><l n="66">Ἀρήτη δʼ ἄρα οἱ δμῳὰς ἅμʼ ἔπεμπε γυναῖκας,</l><l n="67">τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα,</l><l n="68">τὴν δʼ ἑτέρην χηλὸν πυκινὴν ἅμʼ ὄπασσε κομίζειν·</l><l n="69">ἡ δʼ ἄλλη σῖτόν τʼ ἔφερεν καὶ οἶνον ἐρυθρόν.</l><l n="70"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,</l><l n="71">αἶψα τά γʼ ἐν νηῒ γλαφυρῇ πομπῆες ἀγαυοὶ</l><l n="72">δεξάμενοι κατέθεντο, πόσιν καὶ βρῶσιν ἅπασαν·</l><l n="73">κὰδ δʼ ἄρʼ Ὀδυσσῆϊ στόρεσαν ῥῆγός τε λίνον τε</l><l n="74">νηὸς ἐπʼ ἰκριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδοι,</l><l n="75">πρυμνῆς· ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο</l><l n="76">σιγῇ· τοὶ δὲ καθῖζον ἐπὶ κληῗσιν ἕκαστοι</l><l n="77">κόσμῳ, πεῖσμα δʼ ἔλυσαν ἀπὸ τρητοῖο λίθοιο.</l><l n="78">εὖθʼ οἱ ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδῷ,</l><l n="79">καὶ τῷ νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε,</l><l n="80">νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς.</l><l n="81">ἡ δʼ, ὥς τʼ ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι,</l><l n="82">πάντες ἅμʼ ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης,</l><l n="83">ὑψόσʼ ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον,</l><l n="84">ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο, κῦμα δʼ ὄπισθε</l><l n="85">πορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης.</l><l n="86">ἡ δὲ μάλʼ ἀσφαλέως θέεν ἔμπεδον· οὐδέ κεν ἴρηξ</l><l n="87">κίρκος ὁμαρτήσειεν, ἐλαφρότατος πετεηνῶν.</l><l n="88">ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κύματʼ ἔταμνεν,</l><l n="89">ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδεʼ ἔχοντα·</l><l n="90">ὃς πρὶν μὲν μάλα πολλὰ πάθʼ ἄλγεα ὃν κατὰ θυμὸν</l><l n="91">ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,</l><l n="92">δὴ τότε γʼ ἀτρέμας εὗδε, λελασμένος ὅσσʼ ἐπεπόνθει.</l><milestone n="93" unit="card" ed="p"/><l n="93"><milestone unit="para" ed="P"/>εὖτʼ ἀστὴρ ὑπερέσχε φαάντατος, ὅς τε μάλιστα</l><l n="94">ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης,</l><l n="95">τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς.</l><l n="96"><milestone unit="para" ed="P"/>Φόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντος,</l><l n="97">ἐν δήμῳ Ἰθάκης· δύο δὲ προβλῆτες ἐν αὐτῷ</l><l n="98">ἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι,</l><l n="99">αἵ τʼ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα</l><l n="100">ἔκτοθεν· ἔντοσθεν δέ τʼ ἄνευ δεσμοῖο μένουσι</l><l n="101">νῆες ἐΰσσελμοι, ὅτʼ ἂν ὅρμου μέτρον ἵκωνται.</l><l n="102">αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη,</l><l n="103">ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,</l><l n="104">ἱρὸν νυμφάων αἱ νηϊάδες καλέονται.</l><l n="105">ἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασιν</l><l n="106">λάϊνοι· ἔνθα δʼ ἔπειτα τιθαιβώσσουσι μέλισσαι.</l><l n="107">ἐν δʼ ἱστοὶ λίθεοι περιμήκεες, ἔνθα τε νύμφαι</l><l n="108">φάρεʼ ὑφαίνουσιν ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι·</l><l n="109">ἐν δʼ ὕδατʼ ἀενάοντα. δύω δέ τέ οἱ θύραι εἰσίν,</l><l n="110">αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν,</l><l n="111">αἱ δʼ αὖ πρὸς Νότου εἰσὶ θεώτεραι· οὐδέ τι κείνῃ</l><l n="112">ἄνδρες ἐσέρχονται, ἀλλʼ ἀθανάτων ὁδός ἐστιν.</l><l n="113"><milestone unit="para" ed="P"/>ἔνθʼ οἵ γʼ εἰσέλασαν, πρὶν εἰδότες· ἡ μὲν
                  ἔπειτα</l><l n="114">ἠπείρῳ ἐπέκελσεν, ὅσον τʼ ἐπὶ ἥμισυ πάσης,</l><l n="115">σπερχομένη· τοῖον γὰρ ἐπείγετο χέρσʼ ἐρετάων·</l><l n="116">οἱ δʼ ἐκ νηὸς βάντες ἐϋζύγου ἤπειρόνδε</l><l n="117">πρῶτον Ὀδυσσῆα γλαφυρῆς ἐκ νηὸς ἄειραν</l><l n="118">αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι,</l><l n="119">κὰδ δʼ ἄρʼ ἐπὶ ψαμάθῳ ἔθεσαν δεδμημένον ὕπνῳ,</l><l n="120">ἐκ δὲ κτήματʼ ἄειραν, ἅ οἱ Φαίηκες ἀγαυοὶ</l><l n="121">ὤπασαν οἴκαδʼ ἰόντι διὰ μεγάθυμον Ἀθήνην.</l><l n="122">καὶ τὰ μὲν οὖν παρὰ πυθμένʼ ἐλαίης ἀθρόα θῆκαν</l><l n="123">ἐκτὸς ὁδοῦ, μή πώς τις ὁδιτάων ἀνθρώπων,</l><l n="124">πρίν γʼ Ὀδυσῆʼ ἔγρεσθαι, ἐπελθὼν δηλήσαιτο·</l><l n="125">αὐτοὶ δʼ αὖτʼ οἶκόνδε πάλιν κίον. οὐδʼ ἐνοσίχθων</l><l n="126">λήθετʼ ἀπειλάων, τὰς ἀντιθέῳ Ὀδυσῆϊ</l><l n="127">πρῶτον ἐπηπείλησε, Διὸς δʼ ἐξείρετο βουλήν·</l><q type="unspecified"><l n="128"><milestone unit="para" ed="P"/>Ζεῦ πάτερ, οὐκέτʼ ἐγώ γε μετʼ ἀθανάτοισι
                     θεοῖσι</l><l n="129">τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσιν,</l><l n="130">Φαίηκες, τοί πέρ τοι ἐμῆς ἔξ εἰσι γενέθλης.</l><l n="131">καὶ γὰρ νῦν Ὀδυσῆʼ ἐφάμην κακὰ πολλὰ παθόντα</l><l n="132">οἴκαδʼ ἐλεύσεσθαι· νόστον δέ οἱ οὔ ποτʼ ἀπηύρων</l><l n="133">πάγχυ, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας.</l><l n="134">οἱ δʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες</l><l n="135">κάτθεσαν εἰν Ἰθάκῃ, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα,</l><l n="136">χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν,</l><l n="137">πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς,</l><l n="138">εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληΐδος αἶσαν.</l></q><milestone n="139" unit="card" ed="p"/><l n="139"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεὺς·</l><q type="unspecified"><l n="140">ὢ πόποι, ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες.</l><l n="141">οὔ τί σʼ ἀτιμάζουσι θεοί· χαλεπὸν δέ κεν εἴη</l><l n="142">πρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν.</l><l n="143">ἀνδρῶν δʼ εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων</l><l n="144">οὔ τι τίει. σοὶ δʼ ἐστὶ καὶ ἐξοπίσω τίσις αἰεί.</l><l n="145">ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ.</l></q><l n="146"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·</l><q type="unspecified"><l n="147">αἶψά κʼ ἐγὼν ἔρξαιμι, κελαινεφές, ὡς ἀγορεύεις·</l><l n="148">ἀλλὰ σὸν αἰεὶ θυμὸν ὀπίζομαι ἠδʼ ἀλεείνω.</l><l n="149">νῦν αὖ Φαιήκων ἐθέλω περικαλλέα νῆα,</l><l n="150">ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ</l><l n="151">ῥαῖσαι, ἵνʼ ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς</l><l n="152">ἀνθρώπων, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.</l></q><l n="153"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q type="unspecified"><l n="154">ὢ πέπον, ὡς μὲν ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα,</l><l n="155">ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προΐδωνται</l><l n="156">λαοὶ ἀπὸ πτόλιος, θεῖναι λίθον ἐγγύθι γαίης</l><l n="157">νηῒ θοῇ ἴκελον, ἵνα θαυμάζωσιν ἅπαντες</l><l n="158">ἄνθρωποι, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.</l></q><l n="159"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων,</l><l n="160">βῆ ῥʼ ἴμεν ἐς Σχερίην, ὅθι Φαίηκες γεγάασιν.</l><l n="161">ἔνθʼ ἔμενʼ· ἡ δὲ μάλα σχεδὸν ἤλυθε ποντοπόρος νηῦς</l><l n="162">ῥίμφα διωκομένη· τῆς δὲ σχεδὸν ἦλθʼ ἐνοσίχθων,</l><l n="163">ὅς μιν λᾶαν ἔθηκε καὶ ἐρρίζωσεν ἔνερθε</l><l n="164">χειρὶ καταπρηνεῖ ἐλάσας· ὁ δὲ νόσφι βεβήκει.</l><l n="165">οἱ δὲ πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον</l><l n="166">Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.</l><l n="167">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q type="unspecified"><l n="168"><milestone unit="para" ed="P"/>ὤ μοι, τίς δὴ νῆα θοὴν ἐπέδησʼ ἐνὶ πόντῳ</l><l n="169">οἴκαδʼ ἐλαυνομένην; καὶ δὴ προὐφαίνετο πᾶσα.</l></q><l n="170"><milestone unit="para" ed="P"/>ὣς ἄρα τις εἴπεσκε· τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.</l><l n="171">τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπεν·</l><q type="unspecified"><l n="172"><milestone unit="para" ed="P"/>ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ
                     ἱκάνει</l><l n="173">πατρὸς ἐμοῦ, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι</l><l n="174">ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.</l><l n="175">φῆ ποτὲ Φαιήκων ἀνδρῶν περικαλλέα, νῆα,</l><l n="176">ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ</l><l n="177">ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.</l><l n="178">ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.</l><l n="179">ἀλλʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες·</l><l n="180">πομπῆς μὲν παύσασθε βροτῶν, ὅτε κέν τις ἵκηται</l><l n="181">ἡμέτερον προτὶ ἄστυ· Ποσειδάωνι δὲ ταύρους</l><l n="182">δώδεκα κεκριμένους ἱερεύσομεν, αἴ κʼ ἐλεήσῃ,</l><l n="183">μηδʼ ἡμῖν περίμηκες ὄρος πόλει ἀμφικαλύψῃ.</l></q><milestone n="184" unit="card" ed="p"/><l n="184"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἔδεισαν, ἑτοιμάσσαντο δὲ
                  ταύρους.</l><l n="185">ὣς οἱ μέν ῥʼ εὔχοντο Ποσειδάωνι ἄνακτι</l><l n="186">δήμου Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,</l><l n="187">ἑσταότες περὶ βωμόν. ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεὺς</l><l n="188">εὕδων ἐν γαίῃ πατρωΐῃ, οὐδέ μιν ἔγνω,</l><l n="189">ἤδη δὴν ἀπεών· περὶ γὰρ θεὸς ἠέρα χεῦε</l><l n="190">Παλλὰς Ἀθηναίη, κούρη Διός, ὄφρα μιν αὐτὸν</l><l n="191">ἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο,</l><l n="192">μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε,</l><l n="193">πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.</l><l n="194">τοὔνεκʼ ἄρʼ ἀλλοειδέα φαινέσκετο πάντα ἄνακτι,</l><l n="195">ἀτραπιτοί τε διηνεκέες λιμένες τε πάνορμοι</l><l n="196">πέτραι τʼ ἠλίβατοι καὶ δένδρεα τηλεθόωντα.</l><l n="197">στῆ δʼ ἄρʼ ἀναΐξας καί ῥʼ εἴσιδε πατρίδα γαῖαν·</l><l n="198">ᾤμωξέν τʼ ἄρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ</l><l n="199">χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·</l><q type="unspecified"><l n="200"><milestone unit="para" ed="P"/>ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;</l><l n="201">ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,</l><l n="202">ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής;</l><l n="203">πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; πῇ τε καὶ αὐτὸς</l><l n="204">πλάζομαι; αἴθʼ ὄφελον μεῖναι παρὰ Φαιήκεσσιν</l><l n="205">αὐτοῦ· ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων</l><l n="206">ἐξικόμην, ὅς κέν μʼ ἐφίλει καὶ ἔπεμπε νέεσθαι.</l><l n="207">νῦν δʼ οὔτʼ ἄρ πῃ θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦ</l><l n="208">καλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται.</l><l n="209">ὢ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι</l><l n="210">ἦσαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,</l><l n="211">οἵ μʼ εἰς ἄλλην γαῖαν ἀπήγαγον, ἦ τέ μʼ ἔφαντο</l><l n="212">ἄξειν εἰς Ἰθάκην εὐδείελον, οὐδʼ ἐτέλεσσαν.</l><l n="213">Ζεὺς σφέας τίσαιτο ἱκετήσιος, ὅς τε καὶ ἄλλους</l><l n="214">ἀνθρώπους ἐφορᾷ καὶ τίνυται ὅς τις ἁμάρτῃ.</l><l n="215">ἀλλʼ ἄγε δὴ τὰ χρήματʼ ἀριθμήσω καὶ ἴδωμαι,</l><l n="216">μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες.</l></q><milestone n="217" unit="card" ed="p"/><l n="217"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβητας</l><l n="218">ἠρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά.</l><l n="219">τῶν μὲν ἄρʼ ὀύ τι πόθει· ὁ δʼ ὀδύρετο πατρίδα γαῖαν</l><l n="220">ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,</l><l n="221">πόλλʼ ὀλοφυρόμενος. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,</l><l n="222">ἀνδρὶ δέμας εἰκυῖα νέῳ, ἐπιβώτορι μήλων,</l><l n="223">παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασι,</l><l n="224">δίπτυχον ἀμφʼ ὤμοισιν ἔχουσʼ εὐεργέα λώπην·</l><l n="225">ποσσὶ δʼ ὑπὸ λιπαροῖσι πέδιλʼ ἔχε, χερσὶ δʼ ἄκοντα.</l><l n="226">τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε,</l><l n="227">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="228"><milestone unit="para" ed="P"/>ὦ φίλʼ, ἐπεί σε πρῶτα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,</l><l n="229">χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις,</l><l n="230">ἀλλὰ σάω μὲν ταῦτα, σάω δʼ ἐμέ· σοὶ γὰρ ἐγώ γε</l><l n="231">εὔχομαι ὥς τε θεῷ καί σευ φίλα γούναθʼ ἱκάνω.</l><l n="232">καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·</l><l n="233">τίς γῆ, τίς δῆμος, τίνες ἀνέρες ἐγγεγάασιν;</l><l n="234">ἦ πού τις νήσων εὐδείελος, ἦέ τις ἀκτὴ</l><l n="235">κεῖθʼ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο;</l></q><l n="236"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="237">νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας,</l><l n="238">εἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι. οὐδέ τι λίην</l><l n="239">οὕτω νώνυμός ἐστιν· ἴσασι δέ μιν μάλα πολλοί,</l><l n="240">ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τʼ ἠέλιόν τε,</l><l n="241">ἠδʼ ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα.</l><l n="242">ἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν,</l><l n="243">οὐδὲ λίην λυπρή, ἀτὰρ οὐδʼ εὐρεῖα τέτυκται.</l><l n="244">ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος</l><l n="245">γίγνεται· αἰεὶ δʼ ὄμβρος ἔχει τεθαλυῖά τʼ ἐέρση·</l><l n="246">αἰγίβοτος δʼ ἀγαθὴ καὶ βούβοτος· ἔστι μὲν ὕλη</l><l n="247">παντοίη, ἐν δʼ ἀρδμοὶ ἐπηετανοὶ παρέασι.</l><l n="248">τῷ τοι, ξεῖνʼ, Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομʼ ἵκει,</l><l n="249">τήν περ τηλοῦ φασὶν Ἀχαιΐδος ἔμμεναι αἴης.</l></q><milestone n="250" unit="card" ed="p"/><l n="250"><milestone unit="para" ed="P"/>ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="251">χαίρων ᾗ γαίῃ πατρωΐῃ, ὥς οἱ ἔειπε</l><l n="252">Παλλὰς Ἀθηναίη, κούρη Διὸς, αἰγιόχοιο·</l><l n="253">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><l n="254">οὐδʼ ὅ γʼ ἀληθέα εἶπε, πάλιν δʼ ὅ γε λάζετο μῦθον,</l><l n="255">αἰεὶ ἐνὶ στήθεσσι νόον πολυκερδέα νωμῶν·</l><q type="unspecified"><l n="256"><milestone unit="para" ed="P"/>πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ,</l><l n="257">τηλοῦ ὑπὲρ πόντου· νῦν δʼ εἰλήλουθα καὶ αὐτὸς</l><l n="258">χρήμασι σὺν τοίσδεσσι· λιπὼν δʼ ἔτι παισὶ τοσαῦτα</l><l n="259">φεύγω, ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος,</l><l n="260">Ὀρσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτῃ εὐρείῃ</l><l n="261">ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν,</l><l n="262">οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσης</l><l n="263">Τρωϊάδος, τῆς εἵνεκʼ ἐγὼ πάθον ἄλγεα θυμῷ,</l><l n="264">ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,</l><l n="265">οὕνεκʼ ἄρʼ οὐχ ᾧ πατρὶ χαριζόμενος θεράπευον</l><l n="266">δήμῳ ἔνι Τρώων, ἀλλʼ ἄλλων ἦρχον ἑταίρων.</l><l n="267">τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ</l><l n="268">ἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ·</l><l n="269">νὺξ δὲ μάλα δνοφερὴ κάτεχʼ οὐρανόν, οὐδέ τις ἡμέας</l><l n="270">ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας.</l><l n="271">αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῷ,</l><l n="272">αὐτίκʼ ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺς</l><l n="273">ἐλλισάμην, καί σφιν μενοεικέα ληΐδα δῶκα·</l><l n="274">τούς μʼ ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαι</l><l n="275">ἢ εἰς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.</l><l n="276">ἀλλʼ ἦ τοι σφέας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιο</l><l n="277">πόλλʼ ἀεκαζομένους, οὐδʼ ἤθελον ἐξαπατῆσαι.</l><l n="278">κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός.</l><l n="279">σπουδῇ δʼ ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἡμῖν</l><l n="280">δόρπου μνῆστις ἔην, μάλα περ χατέουσιν ἑλέσθαι,</l><l n="281">ἀλλʼ αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες.</l><l n="282">ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,</l><l n="283">οἱ δὲ χρήματʼ ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντες</l><l n="284">κάτθεσαν, ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην.</l><l n="285">οἱ δʼ ἐς Σιδονίην εὖ ναιομένην ἀναβάντες</l><l n="286">ᾤχοντʼ· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ.</l></q><milestone n="287" unit="card" ed="p"/><l n="287"><milestone unit="para" ed="P"/>ὣς φάτο, μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,</l><l n="288">χειρί τέ μιν κατέρεξε· δέμας δʼ ἤϊκτο γυναικὶ</l><l n="289">καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ·</l><l n="290">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="291"><milestone unit="para" ed="P"/>κερδαλέος κʼ εἴη καὶ ἐπίκλοπος ὅς σε
                     παρέλθοι</l><l n="292">ἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε.</l><l n="293">σχέτλιε, ποικιλομῆτα, δόλων ἆτʼ, οὐκ ἄρʼ ἔμελλες,</l><l n="294">οὐδʼ ἐν σῇ περ ἐὼν γαίῃ, λήξειν ἀπατάων</l><l n="295">μύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν.</l><l n="296">ἀλλʼ ἄγε, μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφω</l><l n="297">κέρδεʼ, ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχʼ ἄριστος ἁπάντων</l><l n="298">βουλῇ καὶ μύθοισιν, ἐγὼ δʼ ἐν πᾶσι θεοῖσι</l><l n="299">μήτι τε κλέομαι καὶ κέρδεσιν· οὐδὲ σύ γʼ ἔγνως</l><l n="300">Παλλάδʼ Ἀθηναίην, κούρην Διός, ἥ τέ τοι αἰεὶ</l><l n="301">ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω,</l><l n="302">καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα,</l><l n="303">νῦν αὖ δεῦρʼ ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνω</l><l n="304">χρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶ</l><l n="305">ὤπασαν οἴκαδʼ ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε,</l><l n="306">εἴπω θʼ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσι</l><l n="307">κήδεʼ ἀνασχέσθαι· σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ,</l><l n="308">μηδέ τῳ ἐκφάσθαι μήτʼ ἀνδρῶν μήτε γυναικῶν,</l><l n="309">πάντων, οὕνεκʼ ἄρʼ ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῇ</l><l n="310">πάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.</l></q><l n="311"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="312">ἀργαλέον σε, θεά, γνῶναι βροτῷ ἀντιάσαντι,</l><l n="313">καὶ μάλʼ ἐπισταμένῳ· σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις.</l><l n="314">τοῦτο δʼ ἐγὼν εὖ οἶδʼ, ὅτι μοι πάρος ἠπίη ἦσθα,</l><l n="315">ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.</l><l n="316">αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,</l><l n="317">βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,</l><l n="318">οὔ σέ γʼ ἔπειτα ἴδον, κούρη Διός, οὐδʼ ἐνόησα</l><l n="319">νηὸς ἐμῆς ἐπιβᾶσαν, ὅπως τί μοι ἄλγος ἀλάλκοις.</l><l n="320">ἀλλʼ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ</l><l n="321">ἠλώμην, ἧός με θεοὶ κακότητος ἔλυσαν·</l><l n="322">πρίν γʼ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ</l><l n="323">θάρσυνάς τε ἔπεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή.</l><l n="324">νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι—οὐ γὰρ ὀΐω</l><l n="325">ἥκειν εἰς Ἰθάκην εὐδείελον, ἀλλά τινʼ ἄλλην</l><l n="326">γαῖαν ἀναστρέφομαι· σὲ δὲ κερτομέουσαν ὀΐω</l><l n="327">ταῦτʼ ἀγορευέμεναι, ἵνʼ ἐμὰς φρένας ἠπεροπεύσῃς—</l><l n="328">εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδʼ ἱκάνω.</l></q><milestone n="329" unit="card" ed="p"/><l n="329"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="330">αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·</l><l n="331">τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα,</l><l n="332">οὕνεκʼ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων.</l><l n="333">ἀσπασίως γάρ κʼ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν</l><l n="334">ἵετʼ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τʼ ἄλοχόν τε·</l><l n="335">σοὶ δʼ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι,</l><l n="336">πρίν γʼ ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως</l><l n="337">ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ</l><l n="338">φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.</l><l n="339">αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτʼ ἀπίστεον, ἀλλʼ ἐνὶ θυμῷ</l><l n="340">ᾔδεʼ, ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους·</l><l n="341">ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι</l><l n="342">πατροκασιγνήτῳ, ὅς τοι κότον ἔνθετο θυμῷ,</l><l n="343">χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.</l><l n="344">ἀλλʼ ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθῃς.</l><l n="345">Φόρκυνος μὲν ὅδʼ ἐστὶ λιμήν, ἁλίοιο γέροντος,</l><l n="346">ἥδε δʼ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη·</l><l n="347">ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,</l><l n="348">ἱρὸν νυμφάων, αἳ νηϊάδες καλέονται·</l><l n="349">τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές, ἔνθα σὺ πολλὰς</l><l n="350">ἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας·</l><l n="351">τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ.</l></q><l n="352"><milestone unit="para" ed="P"/>ὣς εἰποῦσα θεὰ σκέδασʼ ἠέρα, εἴσατο δὲ χθών·</l><l n="353">γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="354">χαίρων ᾗ γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν.</l><l n="355">αὐτίκα δὲ νύμφῃς ἠρήσατο, χεῖρας ἀνασχών·</l><q type="unspecified"><l n="356"><milestone unit="para" ed="P"/>νύμφαι νηϊάδες, κοῦραι Διός, οὔ ποτʼ ἐγώ γε</l><l n="357">ὄψεσθʼ ὔμμʼ ἐφάμην· νῦν δʼ εὐχωλῇς ἀγανῇσι</l><l n="358">χαίρετʼ· ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ,</l><l n="359">αἴ κεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείη</l><l n="360">αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ.</l></q><l n="361"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="362">θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.</l><l n="363">ἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιο</l><l n="364">θείμεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ·</l><l n="365">αὐτοὶ δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.</l></q><milestone n="366" unit="card" ed="p"/><l n="366"><milestone unit="para" ed="P"/>ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές,</l><l n="367">μαιομένη κευθμῶνας ἀνὰ σπέος· αὐτὰρ Ὀδυσσεὺς</l><l n="368">ἆσσον πάντʼ ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν</l><l n="369">εἵματά τʼ εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν.</l><l n="370">καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δʼ ἐπέθηκε θύρῃσι</l><l n="371">Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο.</l><l n="372">τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμένʼ ἐλαίης</l><l n="373">φραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον.</l><l n="374">τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="375"><milestone unit="para" ed="P"/>διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="376">φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις,</l><l n="377">οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι,</l><l n="378">μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες·</l><l n="379">ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν</l><l n="380">πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,</l><l n="381">ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.</l></q><l n="382"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="383">ὢ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαο</l><l n="384">φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον,</l><l n="385">εἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν ἔειπες.</l><l n="386">ἀλλʼ ἄγε μῆτιν ὕφηνον, ὅπως ἀποτίσομαι αὐτούς·</l><l n="387">πὰρ δέ μοι αὐτὴ στῆθι, μένος πολυθαρσὲς ἐνεῖσα,</l><l n="388">οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.</l><l n="389">αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι,</l><l n="390">καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην</l><l n="391">σὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσʼ ἐπαρήγοις.</l></q><l n="392"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="393">καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις,</l><l n="394">ὁππότε κεν δὴ ταῦτα πενώμεθα· καί τινʼ ὀΐω</l><l n="395">αἵματί τʼ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας</l><l n="396">ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.</l><l n="397">ἀλλʼ ἄγε σʼ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>