<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.120-12.147</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.120-12.147</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="12" type="textpart" subtype="book"><q type="unspecified"><l n="120">οὐδέ τις ἔστʼ ἀλκή· φυγέειν κάρτιστον ἀπʼ αὐτῆς.</l><l n="121">ἢν γὰρ δηθύνῃσθα κορυσσόμενος παρὰ πέτρῃ,</l><l n="122">δείδω, μή σʼ ἐξαῦτις ἐφορμηθεῖσα κίχῃσι</l><l n="123">τόσσῃσιν κεφαλῇσι, τόσους δʼ ἐκ φῶτας ἕληται.</l><l n="124">ἀλλὰ μάλα σφοδρῶς ἐλάαν, βωστρεῖν δὲ Κράταιιν,</l><l n="125">μητέρα τῆς Σκύλλης, ἥ μιν τέκε πῆμα βροτοῖσιν·</l><l n="126">ἥ μιν ἔπειτʼ ἀποπαύσει ἐς ὕστερον ὁρμηθῆναι.</l><l n="127"><milestone unit="para" ed="P"/>Θρινακίην δʼ ἐς νῆσον ἀφίξεαι· ἔνθα δὲ
                     πολλαὶ</l><l n="128">βόσκοντʼ Ἠελίοιο βόες καὶ ἴφια μῆλα,</l><l n="129">ἑπτὰ βοῶν ἀγέλαι, τόσα δʼ οἰῶν πώεα καλά,</l><l n="130">πεντήκοντα δʼ ἕκαστα. γόνος δʼ οὐ γίγνεται αὐτῶν,</l><l n="131">οὐδέ ποτε φθινύθουσι. θεαὶ δʼ ἐπιποιμένες εἰσίν,</l><l n="132">νύμφαι ἐυπλόκαμοι, Φαέθουσά τε Λαμπετίη τε,</l><l n="133">ἃς τέκεν Ἠελίῳ Ὑπερίονι δῖα Νέαιρα.</l><l n="134">τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ</l><l n="135">Θρινακίην ἐς νῆσον ἀπῴκισε τηλόθι ναίειν,</l><l n="136">μῆλα φυλασσέμεναι πατρώια καὶ ἕλικας βοῦς.</l><l n="137">τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,</l><l n="138">ἦ τʼ ἂν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·</l><l n="139">εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,</l><l n="140">νηί τε καὶ ἑτάροις· αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,</l><l n="141">ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους.</l></q><l n="142"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.</l><l n="143">ἡ μὲν ἔπειτʼ ἀνὰ νῆσον ἀπέστιχε δῖα θεάων·</l><l n="144">αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὤτρυνον ἑταίρους</l><l n="145">αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·</l><l n="146">οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.</l><l n="147">ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>