<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.113-12.187</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:12.113-12.187</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="12" type="textpart" subtype="book"><q type="unspecified"><l n="113">εἴ πως τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν,</l><l n="114">τὴν δέ κʼ ἀμυναίμην, ὅτε μοι σίνοιτό γʼ ἑταίρους.</l></q><l n="115"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·</l><q type="unspecified"><l n="116">σχέτλιε, καὶ δὴ αὖ τοι πολεμήια ἔργα μέμηλε</l><l n="117">καὶ πόνος· οὐδὲ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν;</l><l n="118">ἡ δέ τοι οὐ θνητή, ἀλλʼ ἀθάνατον κακόν ἐστι,</l><l n="119">δεινόν τʼ ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν·</l><l n="120">οὐδέ τις ἔστʼ ἀλκή· φυγέειν κάρτιστον ἀπʼ αὐτῆς.</l><l n="121">ἢν γὰρ δηθύνῃσθα κορυσσόμενος παρὰ πέτρῃ,</l><l n="122">δείδω, μή σʼ ἐξαῦτις ἐφορμηθεῖσα κίχῃσι</l><l n="123">τόσσῃσιν κεφαλῇσι, τόσους δʼ ἐκ φῶτας ἕληται.</l><l n="124">ἀλλὰ μάλα σφοδρῶς ἐλάαν, βωστρεῖν δὲ Κράταιιν,</l><l n="125">μητέρα τῆς Σκύλλης, ἥ μιν τέκε πῆμα βροτοῖσιν·</l><l n="126">ἥ μιν ἔπειτʼ ἀποπαύσει ἐς ὕστερον ὁρμηθῆναι.</l><l n="127"><milestone unit="para" ed="P"/>Θρινακίην δʼ ἐς νῆσον ἀφίξεαι· ἔνθα δὲ
                     πολλαὶ</l><l n="128">βόσκοντʼ Ἠελίοιο βόες καὶ ἴφια μῆλα,</l><l n="129">ἑπτὰ βοῶν ἀγέλαι, τόσα δʼ οἰῶν πώεα καλά,</l><l n="130">πεντήκοντα δʼ ἕκαστα. γόνος δʼ οὐ γίγνεται αὐτῶν,</l><l n="131">οὐδέ ποτε φθινύθουσι. θεαὶ δʼ ἐπιποιμένες εἰσίν,</l><l n="132">νύμφαι ἐυπλόκαμοι, Φαέθουσά τε Λαμπετίη τε,</l><l n="133">ἃς τέκεν Ἠελίῳ Ὑπερίονι δῖα Νέαιρα.</l><l n="134">τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ</l><l n="135">Θρινακίην ἐς νῆσον ἀπῴκισε τηλόθι ναίειν,</l><l n="136">μῆλα φυλασσέμεναι πατρώια καὶ ἕλικας βοῦς.</l><l n="137">τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,</l><l n="138">ἦ τʼ ἂν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·</l><l n="139">εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,</l><l n="140">νηί τε καὶ ἑτάροις· αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,</l><l n="141">ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους.</l></q><l n="142"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.</l><l n="143">ἡ μὲν ἔπειτʼ ἀνὰ νῆσον ἀπέστιχε δῖα θεάων·</l><l n="144">αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὤτρυνον ἑταίρους</l><l n="145">αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·</l><l n="146">οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.</l><l n="147">ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.</l><l n="148">ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο</l><l n="149">ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,</l><l n="150">Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.</l><l n="151">αὐτίκα δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα</l><l n="152">ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.</l><milestone n="153" unit="card" ed="p"/><l n="153"><milestone unit="para" ed="P"/>δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·</l><q type="unspecified"><l n="154">ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύʼ οἴους</l><l n="155">θέσφαθʼ ἅ μοι Κίρκη μυθήσατο, δῖα θεάων·</l><l n="156">ἀλλʼ ἐρέω μὲν ἐγών, ἵνα εἰδότες ἤ κε θάνωμεν</l><l n="157">ἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν.</l><l n="158">Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων</l><l n="159">φθόγγον ἀλεύασθαι καὶ λειμῶνʼ ἀνθεμόεντα.</l><l n="160">οἶον ἔμʼ ἠνώγει ὄπʼ ἀκουέμεν· ἀλλά με δεσμῷ</l><l n="161">δήσατʼ ἐν ἀργαλέῳ, ὄφρʼ ἔμπεδον αὐτόθι μίμνω,</l><l n="162">ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω.</l><l n="163">εἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω,</l><l n="164">ὑμεῖς δὲ πλεόνεσσι τότʼ ἐν δεσμοῖσι πιέζειν.</l></q><l n="165"><milestone unit="para" ed="P"/>ἦ τοι ἐγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον·</l><l n="166">τόφρα δὲ καρπαλίμως ἐξίκετο νηῦς ἐυεργὴς</l><l n="167">νῆσον Σειρήνοιιν· ἔπειγε γὰρ οὖρος ἀπήμων.</l><l n="168">αὐτίκʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη</l><l n="169">ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων.</l><l n="170">ἀνστάντες δʼ ἕταροι νεὸς ἱστία μηρύσαντο</l><l n="171">καὶ τὰ μὲν ἐν νηὶ γλαφυρῇ θέσαν, οἱ δʼ ἐπʼ ἐρετμὰ</l><l n="172">ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν.</l><l n="173">αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέι χαλκῷ</l><l n="174">τυτθὰ διατμήξας χερσὶ στιβαρῇσι πίεζον·</l><l n="175">αἶψα δʼ ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἲς</l><l n="176">Ἠελίου τʼ αὐγὴ Ὑπεριονίδαο ἄνακτος·</l><l n="177">ἑξείης δʼ ἑτάροισιν ἐπʼ οὔατα πᾶσιν ἄλειψα.</l><l n="178">οἱ δʼ ἐν νηί μʼ ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τε</l><l n="179">ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνῆπτον·</l><l n="180">αὐτοὶ δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.</l><l n="181">ἀλλʼ ὅτε τόσσον ἀπῆμεν ὅσον τε γέγωνε βοήσας,</l><l n="182">ῥίμφα διώκοντες, τὰς δʼ οὐ λάθεν ὠκύαλος νηῦς</l><l n="183">ἐγγύθεν ὀρνυμένη, λιγυρὴν δʼ ἔντυνον ἀοιδήν·</l><q type="unspecified"><l n="184"><milestone unit="para" ed="P"/>δεῦρʼ ἄγʼ ἰών, πολύαινʼ Ὀδυσεῦ, μέγα κῦδος
                     Ἀχαιῶν,</l><l n="185">νῆα κατάστησον, ἵνα νωιτέρην ὄπ ἀκούσῃς.</l><l n="186">οὐ γάρ πώ τις τῇδε παρήλασε νηὶ μελαίνῃ,</l><l n="187">πρίν γʼ ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπʼ ἀκοῦσαι,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>