<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.96-11.143</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.96-11.143</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="11" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="96">αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω.</l></q><milestone n="97" unit="card" ed="p"/><l n="97"><milestone unit="para" ed="P"/>ὣς φάτʼ, ἐγὼ δʼ ἀναχασσάμενος ξίφος
                     ἀργυρόηλον</l><l n="98">κουλεῷ ἐγκατέπηξʼ. ὁ δʼ ἐπεὶ πίεν αἷμα κελαινόν,</l><l n="99">καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα μάντις ἀμύμων·</l><q type="unspecified"><l n="100"><milestone unit="para" ed="P"/>νόστον δίζηαι μελιηδέα, φαίδιμʼ Ὀδυσσεῦ·</l><l n="101">τὸν δέ τοι ἀργαλέον θήσει θεός· οὐ γὰρ ὀίω</l><l n="102">λήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμῷ</l><l n="103">χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.</l><l n="104">ἀλλʼ ἔτι μέν κε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε,</l><l n="105">αἴ κʼ ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων,</l><l n="106">ὁππότε κε πρῶτον πελάσῃς ἐυεργέα νῆα</l><l n="107">Θρινακίῃ νήσῳ, προφυγὼν ἰοειδέα πόντον,</l><l n="108">βοσκομένας δʼ εὕρητε βόας καὶ ἴφια μῆλα</l><l n="109">Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.</l><l n="110">τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,</l><l n="111">καί κεν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·</l><l n="112">εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,</l><l n="113">νηί τε καὶ ἑτάροις. αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,</l><l n="114">ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους,</l><l n="115">νηὸς ἐπʼ ἀλλοτρίης· δήεις δʼ ἐν πήματα οἴκῳ,</l><l n="116">ἄνδρας ὑπερφιάλους, οἵ τοι βίοτον κατέδουσι</l><l n="117">μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες.</l><l n="118">ἀλλʼ ἦ τοι κείνων γε βίας ἀποτίσεαι ἐλθών·</l><l n="119">αὐτὰρ ἐπὴν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι</l><l n="120">κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέι χαλκῷ,</l><l n="121">ἔρχεσθαι δὴ ἔπειτα λαβὼν ἐυῆρες ἐρετμόν,</l><l n="122">εἰς ὅ κε τοὺς ἀφίκηαι οἳ οὐκ ἴσασι θάλασσαν</l><l n="123">ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·</l><l n="124">οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους</l><l n="125">οὐδʼ ἐυήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.</l><l n="126">σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει·</l><l n="127">ὁππότε κεν δή τοι συμβλήμενος ἄλλος ὁδίτης</l><l n="128">φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,</l><l n="129">καὶ τότε δὴ γαίῃ πήξας ἐυῆρες ἐρετμόν,</l><l n="130">ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,</l><l n="131">ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον,</l><l n="132">οἴκαδʼ ἀποστείχειν ἔρδειν θʼ ἱερᾶς ἑκατόμβας</l><l n="133">ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,</l><l n="134">πᾶσι μάλʼ ἑξείης. θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ</l><l n="135">ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ σε πέφνῃ</l><l n="136">γήραι ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ</l><l n="137">ὄλβιοι ἔσσονται. τὰ δέ τοι νημερτέα εἴρω.</l></q><milestone n="138" unit="card" ed="p"/><l n="138"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="139">Τειρεσίη, τὰ μὲν ἄρ που ἐπέκλωσαν θεοὶ αὐτοί.</l><l n="140">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·</l><l n="141">μητρὸς τήνδʼ ὁρόω ψυχὴν κατατεθνηυίης·</l><l n="142">ἡ δʼ ἀκέουσʼ ἧσται σχεδὸν αἵματος, οὐδʼ ἑὸν υἱὸν</l><l n="143">ἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι.</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>