<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.92-11.275</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.92-11.275</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="11" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="92">διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="93">τίπτʼ αὖτʼ, ὦ δύστηνε, λιπὼν φάος ἠελίοιο</l><l n="94">ἤλυθες, ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον;</l><l n="95">ἀλλʼ ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξύ,</l><l n="96">αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω.</l></q><milestone n="97" unit="card" ed="p"/><l n="97"><milestone unit="para" ed="P"/>ὣς φάτʼ, ἐγὼ δʼ ἀναχασσάμενος ξίφος
                     ἀργυρόηλον</l><l n="98">κουλεῷ ἐγκατέπηξʼ. ὁ δʼ ἐπεὶ πίεν αἷμα κελαινόν,</l><l n="99">καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα μάντις ἀμύμων·</l><q type="unspecified"><l n="100"><milestone unit="para" ed="P"/>νόστον δίζηαι μελιηδέα, φαίδιμʼ Ὀδυσσεῦ·</l><l n="101">τὸν δέ τοι ἀργαλέον θήσει θεός· οὐ γὰρ ὀίω</l><l n="102">λήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμῷ</l><l n="103">χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.</l><l n="104">ἀλλʼ ἔτι μέν κε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε,</l><l n="105">αἴ κʼ ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων,</l><l n="106">ὁππότε κε πρῶτον πελάσῃς ἐυεργέα νῆα</l><l n="107">Θρινακίῃ νήσῳ, προφυγὼν ἰοειδέα πόντον,</l><l n="108">βοσκομένας δʼ εὕρητε βόας καὶ ἴφια μῆλα</l><l n="109">Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.</l><l n="110">τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,</l><l n="111">καί κεν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·</l><l n="112">εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,</l><l n="113">νηί τε καὶ ἑτάροις. αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,</l><l n="114">ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους,</l><l n="115">νηὸς ἐπʼ ἀλλοτρίης· δήεις δʼ ἐν πήματα οἴκῳ,</l><l n="116">ἄνδρας ὑπερφιάλους, οἵ τοι βίοτον κατέδουσι</l><l n="117">μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες.</l><l n="118">ἀλλʼ ἦ τοι κείνων γε βίας ἀποτίσεαι ἐλθών·</l><l n="119">αὐτὰρ ἐπὴν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι</l><l n="120">κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέι χαλκῷ,</l><l n="121">ἔρχεσθαι δὴ ἔπειτα λαβὼν ἐυῆρες ἐρετμόν,</l><l n="122">εἰς ὅ κε τοὺς ἀφίκηαι οἳ οὐκ ἴσασι θάλασσαν</l><l n="123">ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·</l><l n="124">οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους</l><l n="125">οὐδʼ ἐυήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.</l><l n="126">σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει·</l><l n="127">ὁππότε κεν δή τοι συμβλήμενος ἄλλος ὁδίτης</l><l n="128">φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,</l><l n="129">καὶ τότε δὴ γαίῃ πήξας ἐυῆρες ἐρετμόν,</l><l n="130">ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,</l><l n="131">ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον,</l><l n="132">οἴκαδʼ ἀποστείχειν ἔρδειν θʼ ἱερᾶς ἑκατόμβας</l><l n="133">ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,</l><l n="134">πᾶσι μάλʼ ἑξείης. θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ</l><l n="135">ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ σε πέφνῃ</l><l n="136">γήραι ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ</l><l n="137">ὄλβιοι ἔσσονται. τὰ δέ τοι νημερτέα εἴρω.</l></q><milestone n="138" unit="card" ed="p"/><l n="138"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="139">Τειρεσίη, τὰ μὲν ἄρ που ἐπέκλωσαν θεοὶ αὐτοί.</l><l n="140">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·</l><l n="141">μητρὸς τήνδʼ ὁρόω ψυχὴν κατατεθνηυίης·</l><l n="142">ἡ δʼ ἀκέουσʼ ἧσται σχεδὸν αἵματος, οὐδʼ ἑὸν υἱὸν</l><l n="143">ἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι.</l><l n="144">εἰπέ, ἄναξ, πῶς κέν με ἀναγνοίη τὸν ἐόντα;</l></q><l n="145"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος
                     προσέειπεν·</l><q type="unspecified"><l n="146">ῥηΐδιόν τοι ἔπος ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω.</l><l n="147">ὅν τινα μέν κεν ἐᾷς νεκύων κατατεθνηώτων</l><l n="148">αἵματος ἆσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει·</l><l n="149">ᾧ δέ κʼ ἐπιφθονέῃς, ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω.</l></q><l n="150"><milestone unit="para" ed="P"/>ὣς φαμένη ψυχὴ μὲν ἔβη δόμον Ἄϊδος εἴσω</l><l n="151">Τειρεσίαο ἄνακτος, ἐπεὶ κατὰ θέσφατʼ ἔλεξεν·</l><l n="152">αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, ὄφρʼ ἐπὶ μήτηρ</l><l n="153">ἤλυθε καὶ πίεν αἷμα κελαινεφές· αὐτίκα δʼ ἔγνω,</l><l n="154">καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="155"><milestone unit="para" ed="P"/>τέκνον ἐμόν, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα</l><l n="156">ζωὸς ἐών; χαλεπὸν δὲ τάδε ζωοῖσιν ὁρᾶσθαι.</l><l n="157">μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα,</l><l n="158">Ὠκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαι</l><l n="159">πεζὸν ἐόντʼ, ἢν μή τις ἔχῃ ἐυεργέα νῆα.</l><l n="160">ἦ νῦν δὴ Τροίηθεν ἀλώμενος ἐνθάδʼ ἱκάνεις</l><l n="161">νηί τε καὶ ἑτάροισι πολὺν χρόνον; οὐδέ πω ἦλθες</l><l n="162">εἰς Ἰθάκην, οὐδʼ εἶδες ἐνὶ μεγάροισι γυναῖκα;</l></q><l n="163"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="164">μῆτερ ἐμή, χρειώ με κατήγαγεν εἰς Ἀίδαο</l><l n="165">ψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο·</l><l n="166">οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς</l><l n="167">γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχων ἀλάλημαι ὀιζύν,</l><l n="168">ἐξ οὗ τὰ πρώτισθʼ ἑπόμην Ἀγαμέμνονι δίῳ</l><l n="169">Ἴλιον εἰς ἐύπωλον, ἵνα Τρώεσσι μαχοίμην.</l><l n="170">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·</l><l n="171">τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;</l><l n="172">ἦ δολιχὴ νοῦσος, ἦ Ἄρτεμις ἰοχέαιρα</l><l n="173">οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν;</l><l n="174">εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος, ὃν κατέλειπον,</l><l n="175">ἢ ἔτι πὰρ κείνοισιν ἐμὸν γέρας, ἦέ τις ἤδη</l><l n="176">ἀνδρῶν ἄλλος ἔχει, ἐμὲ δʼ οὐκέτι φασὶ νέεσθαι.</l><l n="177">εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε,</l><l n="178">ἠὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσει</l><l n="179">ἦ ἤδη μιν ἔγημεν Ἀχαιῶν ὅς τις ἄριστος.</l></q><milestone n="180" unit="card" ed="p"/><l n="180"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια
                     μήτηρ·</l><q type="unspecified"><l n="181">καὶ λίην κείνη γε μένει τετληότι θυμῷ</l><l n="182">σοῖσιν ἐνὶ μεγάροισιν· ὀιζυραὶ δέ οἱ αἰεὶ</l><l n="183">φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.</l><l n="184">σὸν δʼ οὔ πώ τις ἔχει καλὸν γέρας, ἀλλὰ ἕκηλος</l><l n="185">Τηλέμαχος τεμένεα νέμεται καὶ δαῖτας ἐίσας</l><l n="186">δαίνυται, ἃς ἐπέοικε δικασπόλον ἄνδρʼ ἀλεγύνειν·</l><l n="187">πάντες γὰρ καλέουσι. πατὴρ δὲ σὸς αὐτόθι μίμνει</l><l n="188">ἀγρῷ, οὐδὲ πόλινδε κατέρχεται. οὐδέ οἱ εὐναὶ</l><l n="189">δέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα,</l><l n="190">ἀλλʼ ὅ γε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκῳ,</l><l n="191">ἐν κόνι ἄγχι πυρός, κακὰ δὲ χροῒ εἵματα εἷται·</l><l n="192">αὐτὰρ ἐπὴν ἔλθῃσι θέρος τεθαλυῖά τʼ ὀπώρη,</l><l n="193">πάντῃ οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο</l><l n="194">φύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναί.</l><l n="195">ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων, μέγα δὲ φρεσὶ πένθος ἀέξει</l><l n="196">σὸν νόστον ποθέων, χαλεπὸν δʼ ἐπὶ γῆρας ἱκάνει.</l><l n="197">οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην καὶ πότμον ἐπέσπον·</l><l n="198">οὔτʼ ἐμέ γʼ ἐν μεγάροισιν ἐύσκοπος ἰοχέαιρα</l><l n="199">οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν,</l><l n="200">οὔτε τις οὖν μοι νοῦσος ἐπήλυθεν, ἥ τε μάλιστα</l><l n="201">τηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν·</l><l n="202">ἀλλά με σός τε πόθος σά τε μήδεα, φαίδιμʼ Ὀδυσσεῦ,</l><l n="203">σή τʼ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα.</l></q><l n="204"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γʼ ἔθελον φρεσὶ
                     μερμηρίξας</l><l n="205">μητρὸς ἐμῆς ψυχὴν ἑλέειν κατατεθνηυίης.</l><l n="206">τρὶς μὲν ἐφωρμήθην, ἑλέειν τέ με θυμὸς ἀνώγει,</l><l n="207">τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον ἢ καὶ ὀνείρῳ</l><l n="208">ἔπτατʼ. ἐμοὶ δʼ ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον,</l><l n="209">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·</l><q type="unspecified"><l n="210"><milestone unit="para" ed="P"/>μῆτερ ἐμή, τί νύ μʼ οὐ μίμνεις ἑλέειν
                        μεμαῶτα,</l><l n="211">ὄφρα καὶ εἰν Ἀίδαο φίλας περὶ χεῖρε βαλόντε</l><l n="212">ἀμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο;</l><l n="213">ἦ τί μοι εἴδωλον τόδʼ ἀγαυὴ Περσεφόνεια</l><l n="214">ὤτρυνʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω;</l></q><l n="215"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια
                     μήτηρ·</l><q type="unspecified"><l n="216">ὤ μοι, τέκνον ἐμόν, περὶ πάντων κάμμορε φωτῶν,</l><l n="217">οὔ τί σε Περσεφόνεια Διὸς θυγάτηρ ἀπαφίσκει,</l><l n="218">ἀλλʼ αὕτη δίκη ἐστὶ βροτῶν, ὅτε τίς κε θάνῃσιν·</l><l n="219">οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν,</l><l n="220">ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιο</l><l n="221">δαμνᾷ, ἐπεί κε πρῶτα λίπῃ λεύκʼ ὀστέα θυμός,</l><l n="222">ψυχὴ δʼ ἠύτʼ ὄνειρος ἀποπταμένη πεπότηται.</l><l n="223">ἀλλὰ φόωσδε τάχιστα λιλαίεο· ταῦτα δὲ πάντα</l><l n="224">ἴσθʼ, ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί.</l></q><milestone n="225" unit="card" ed="p"/><l n="225"><milestone unit="para" ed="P"/>νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβόμεθʼ, αἱ δὲ
                     γυναῖκες</l><l n="226">ἤλυθον, ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια,</l><l n="227">ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες.</l><l n="228">αἱ δʼ ἀμφʼ αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο,</l><l n="229">αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην.</l><l n="230">ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·</l><l n="231">σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ</l><l n="232">οὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν.</l><l n="233">αἱ δὲ προμνηστῖναι ἐπήισαν, ἠδὲ ἑκάστη</l><l n="234">ὃν γόνον ἐξαγόρευεν· ἐγὼ δʼ ἐρέεινον ἁπάσας.</l><l n="235"><milestone unit="para" ed="P"/>ἔνθʼ ἦ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν,</l><l n="236">ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι,</l><l n="237">φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο·</l><l n="238">ἣ ποταμοῦ ἠράσσατʼ Ἐνιπῆος θείοιο,</l><l n="239">ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι,</l><l n="240">καί ῥʼ ἐπʼ Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα.</l><l n="241">τῷ δʼ ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιος</l><l n="242">ἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος·</l><l n="243">πορφύρεον δʼ ἄρα κῦμα περιστάθη, οὔρεϊ ἶσον,</l><l n="244">κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα.</l><l n="245">λῦσε δὲ παρθενίην ζώνην, κατὰ δʼ ὕπνον ἔχευεν.</l><l n="246">αὐτὰρ ἐπεί ῥʼ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα,</l><l n="247">ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="248"><milestone unit="para" ed="P"/>χαῖρε, γύναι, φιλότητι· περιπλομένου δʼ
                        ἐνιαυτοῦ</l><l n="249">τέξεις ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶ</l><l n="250">ἀθανάτων· σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε.</l><l n="251">νῦν δʼ ἔρχευ πρὸς δῶμα, καὶ ἴσχεο μηδʼ ὀνομήνῃς·</l><l n="252">αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων.</l></q><l n="253"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.</l><l n="254">ἡ δʼ ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα,</l><l n="255">τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθην</l><l n="256">ἀμφοτέρω· Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαωλκῷ</l><l n="257">ναῖε πολύρρηνος, ὁ δʼ ἄρʼ ἐν Πύλῳ ἠμαθόεντι.</l><l n="258">τοὺς δʼ ἑτέρους Κρηθῆι τέκεν βασίλεια γυναικῶν,</l><l n="259">Αἴσονά τʼ ἠδὲ Φέρητʼ Ἀμυθάονά θʼ ἱππιοχάρμην.</l><l n="260"><milestone unit="para" ed="P"/>τὴν δὲ μετʼ Ἀντιόπην ἴδον, Ἀσωποῖο θύγατρα,</l><l n="261">ἣ δὴ καὶ Διὸς εὔχετʼ ἐν ἀγκοίνῃσιν ἰαῦσαι,</l><l n="262">καί ῥʼ ἔτεκεν δύο παῖδʼ, Ἀμφίονά τε Ζῆθόν τε,</l><l n="263">οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο,</l><l n="264">πύργωσάν τʼ, ἐπεὶ οὐ μὲν ἀπύργωτόν γʼ ἐδύναντο</l><l n="265">ναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε.</l><l n="266"><milestone unit="para" ed="P"/>τὴν δὲ μετʼ Ἀλκμήνην ἴδον, Ἀμφιτρύωνος
                     ἄκοιτιν,</l><l n="267">ἥ ῥʼ Ἡρακλῆα θρασυμέμνονα θυμολέοντα</l><l n="268">γείνατʼ ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα·</l><l n="269">καὶ Μεγάρην, Κρείοντος ὑπερθύμοιο θύγατρα,</l><l n="270">τὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής.</l><milestone n="271" unit="card" ed="p"/><l n="271"><milestone unit="para" ed="P"/>μητέρα τʼ Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην,</l><l n="272">ἣ μέγα ἔργον ἔρεξεν ἀιδρείῃσι νόοιο</l><l n="273">γημαμένη ᾧ υἷι· ὁ δʼ ὃν πατέρʼ ἐξεναρίξας</l><l n="274">γῆμεν· ἄφαρ δʼ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν.</l><l n="275">ἀλλʼ ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>