<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.81-11.110</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.81-11.110</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="11" type="textpart" subtype="book"><q type="unspecified"><l n="81"><milestone unit="para" ed="P"/>νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν</l><l n="82">ἥμεθʼ, ἐγὼ μὲν ἄνευθεν ἐφʼ αἵματι φάσγανον ἴσχων,</l><l n="83">εἴδωλον δʼ ἑτέρωθεν ἑταίρου πόλλʼ ἀγόρευεν·</l><l n="84"><milestone unit="para" ed="P"/>ἦλθε δʼ ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης,</l><l n="85">Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια,</l><l n="86">τὴν ζωὴν κατέλειπον ἰὼν εἰς Ἴλιον ἱρήν.</l><l n="87">τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ·</l><l n="88">ἀλλʼ οὐδʼ ὣς εἴων προτέρην, πυκινόν περ ἀχεύων,</l><l n="89">αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.</l><l n="90"><milestone unit="para" ed="P"/>ἦλθε δʼ ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο</l><l n="91">χρύσεον σκῆπτρον ἔχων, ἐμὲ δʼ ἔγνω καὶ προσέειπεν·</l><q type="unspecified"><l n="92">διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="93">τίπτʼ αὖτʼ, ὦ δύστηνε, λιπὼν φάος ἠελίοιο</l><l n="94">ἤλυθες, ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον;</l><l n="95">ἀλλʼ ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξύ,</l><l n="96">αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω.</l></q><milestone n="97" unit="card" ed="p"/><l n="97"><milestone unit="para" ed="P"/>ὣς φάτʼ, ἐγὼ δʼ ἀναχασσάμενος ξίφος
                     ἀργυρόηλον</l><l n="98">κουλεῷ ἐγκατέπηξʼ. ὁ δʼ ἐπεὶ πίεν αἷμα κελαινόν,</l><l n="99">καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα μάντις ἀμύμων·</l><q type="unspecified"><l n="100"><milestone unit="para" ed="P"/>νόστον δίζηαι μελιηδέα, φαίδιμʼ Ὀδυσσεῦ·</l><l n="101">τὸν δέ τοι ἀργαλέον θήσει θεός· οὐ γὰρ ὀίω</l><l n="102">λήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμῷ</l><l n="103">χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.</l><l n="104">ἀλλʼ ἔτι μέν κε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε,</l><l n="105">αἴ κʼ ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων,</l><l n="106">ὁππότε κε πρῶτον πελάσῃς ἐυεργέα νῆα</l><l n="107">Θρινακίῃ νήσῳ, προφυγὼν ἰοειδέα πόντον,</l><l n="108">βοσκομένας δʼ εὕρητε βόας καὶ ἴφια μῆλα</l><l n="109">Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.</l><l n="110">τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>